Textus Originalis

Ol. 81, 2. 3 : 455. 454 a. Chr. 343

ἐπὶ τὴν Πελοπόννησον. οὗτος δὲ τῆς Πελοποννήσου 2 πολλὴν ἐπόρθησεν, εἰς δὲ τὴν Ἀκαρνανίαν διαβὰς πλὴν Οἰνιαδῶν ἁπάσας τὰς πόλεις προσηγάγετο. οἱ μὲν οὖν Ἀθηναῖοι κατὰ τοῦτον τὸν ἐνιαυτὸν πλεί- 5 στων πόλεων ἦρξαν, ἐπ᾿ ἀνδρείᾳ δὲ καὶ στρατηγίᾳ μεγάλην δόξαν κατεκτήσαντο. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησιν Ἀρίστωνος ῾Ρωμαῖοι 86 μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Οὐιβου- λανὸν καὶ Λεύκιον Κορνήλιον Κουριτῖνον. ἐπὶ δὲ 10 τούτων Ἀθηναίοις καὶ Πελοποννησίοις πενταετεῖς ἐγένοντο σπονδαί, Κίμωνος τοῦ Ἀθηναίου συνθε- μένου ταύτας. κατὰ δὲ τὴν Σικελίαν Ἐγεσταίοις 2 καὶ Λιλυβαίταις ἐνέστη πόλεμος περὶ χώρας τῆς πρὸς τῷ Μαζάρῳ ποταμῷ· γενομένης δὲ μάχης ἰσχυρᾶς 15 συνέβη πολλοὺς παρ᾿ ἀμφοτέροις ἀναιρεθῆναι καὶ τῆς φιλοτιμίας μὴ λῆξαι τὰς πόλεις. μετὰ δὲ τὴν 3 πολιτογραφίαν τὴν ἐν ταῖς πόλεσι γενομένην καὶ τὸν ἀναδασμὸν τῆς χώρας, πολλῶν εἰκῇ καὶ ὡς ἔτυχε πεπολιτογραφημένων, ἐνόσουν αἱ πόλεις καὶ 20 πάλιν εἰς πολιτικὰς στάσεις καὶ ταραχὰς ἐνέπιπτον· μάλιστα δὲ τὸ κακὸν ἐπεπόλασεν ἐν ταῖς Συρακού- σαις. Τυνδαρίδης γάρ τις τοὔνομα, θράσους καὶ 4 τόλμης γέμων ἄνθρωπος, τὸ μὲν πρῶτον πολλοὺς τῶν πενήτων ἀνελάμβανε, καὶ σωματοποιῶν τούτους 25 ἑαυτῷ πρὸς τυραννίδα ἑτοίμους ἐποίει δορυφόρους. μετὰ δὲ ταῦτα ἤδη φανερὸς ὢν ὅτι δυναστείας ὀρέ-

3 πλὴν Dind., πλησίον cod. (Thuk. I 111) 9 κουρητῖ- νον PA 12 Αἰγεσταίοις cod., Σελινουντίοις Schubring 13 Λιλυβαίοις v., Σελινουντίοις Benndorf, Ἁλικυαίοις Unger (XIII 54, 4) συνέστη Bek.