Textus Originalis
344 DIODOR. XI 86. 87. 88.
5 γεται, θανάτου κρίσιν ὑποσχὼν κατεδικάσθη. ἀπα- γομένου δὲ εἰς τὸ δεσμωτήριον οἱ πολυωρηθέντες ὑπ᾿ αὐτοῦ συνεστράφησαν καὶ τοῖς ἀπάγουσι τὰς χεῖρας ἐπέφερον. ταραχῆς δὲ γενομένης κατὰ τὴν πόλιν, συνεστράφησαν οἱ χαριέστατοι τῶν πολιτῶν, 5 καὶ τοὺς νεωτερίσαντας συναρπάσαντες ἅμα τῷ Τυν- 470 δαρίδῃ ἀνεῖλον. πλεονάκις δὲ τούτου γινομένου, καὶ τῶν ἀνδρῶν τυραννίδος ἐπιθυμούντων, ὁ δῆμος ἐπηνέχθη μιμήσασθαι τοὺς Ἀθηναίους, καὶ νόμον θεῖναι παραπλήσιον τῷ παρ᾿ ἐκείνοις γεγραμμένῳ 10 87 περὶ ὀστρακισμοῦ. παρὰ γὰρ Ἀθηναίοις ἕκαστον τῶν πολιτῶν ἔδει γράφειν εἰς ὄστρακον τοὔνομα τοῦ δοκοῦντος μάλιστα δύνασθαι τυραννεῖν τῶν πολιτῶν, παρὰ δὲ τοῖς Συρακοσίοις εἰς πέταλον ἐλαίας γράφεσθαι τὸν δυνατώτατον τῶν πολιτῶν, 15 διαριθμηθέντων δὲ τῶν πετάλων τὸν πλεῖστα πέταλα 2 λαβόντα φεύγειν πενταετῆ χρόνον. τούτῳ γὰρ τῷ τρόπῳ διελάμβανον ταπεινώσειν τὰ φρονήματα τῶν πλεῖστον ἰσχυόντων ἐν ταῖς πατρίσι· καθόλου γὰρ οὐ πονηρίας κολάσεις ἐλάμβανον παρὰ τῶν παρανο- 20 μούντων, ἀλλὰ δυνάμεως καὶ αὐξήσεως τῶν ἀνδρῶν ἐποίουν ταπείνωσιν. οἱ μὲν οὖν Ἀθηναῖοι τοῦτο τὸ γένος τῆς νομοθεσίας ὠνόμασαν ἀπὸ τοῦ συμ- βεβηκότος ὀστρακισμόν, οἱ δὲ Συρακόσιοι πεταλισμόν. 3 οὗτος δὲ ὁ νόμος διέμεινε παρὰ μὲν τοῖς Ἀθηναίοις 25 ἐπὶ πολὺν χρόνον, παρὰ δὲ τοῖς Συρακοσίοις κατε- 4 λύθη ταχὺ διὰ τοιαύτας τινὰς αἰτίας. τῶν μεγίστων
2 δὲ P, τε v. 5 πόλιν] πύλην P 6 Τυνδαρίδῃ P¹ in marg., Τυνδαρίωνι cet. 7 γενομένου v. 20 κο- λάσεις P, κόλασιν v.