Textus Originalis

Ol. 81, 4 : 453 a. Chr. 345

ἀνδρῶν φυγαδευομένων οἱ χαριέστατοι τῶν πολιτῶν καὶ δυνάμενοι διὰ τῆς ἰδίας ἀρετῆς πολλὰ τῶν κοι- νῶν ἐπανορθοῦν ἀφίσταντο τῶν δημοσίων πράξεων, καὶ διὰ τὸν ἀπὸ τοῦ νόμου φόβον ἰδιωτεύοντες διε- 5 τέλουν, ἐπιμελόμενοι δὲ τῆς ἰδίας οὐσίας εἰς τρυφὴν ἀπέκλινον, οἱ δὲ πονηρότατοι τῶν πολιτῶν καὶ τόλμῃ διαφέροντες ἐφρόντιζον τῶν δημοσίων καὶ τὰ πλήθη πρὸς ταραχὴν καὶ νεωτερισμὸν προετρέποντο. διόπερ 5 στάσεων γινομένων πάλιν, καὶ τῶν πολλῶν εἰς δια- 10 φορὰς ἐκτρεπομένων, πάλιν ἡ πόλις εἰς συνεχεῖς καὶ μεγάλας ἐνέπιπτε ταραχάς· ἐπεπόλαζε γὰρ δημα- γωγῶν πλῆθος καὶ συκοφαντῶν, καὶ λόγου δεινότης ὑπὸ τῶν νεωτέρων ἠσκεῖτο, καὶ καθόλου πολλοὶ τὰ φαῦλα τῶν ἐπιτηδευμάτων ἀντὶ τῆς παλαιᾶς καὶ 15 σπουδαίας ἀγωγῆς ἠλλάττοντο, καὶ ταῖς μὲν οὐσίαις διὰ τὴν εἰρήνην προέκοπτον, τῆς δ᾿ ὁμονοίας καὶ τοῦ δικαιοπραγεῖν ὀλίγη τις ἐγίνετο φροντίς. διόπερ 6 οἱ Συρακόσιοι μεταγνόντες τὸν περὶ τοῦ πεταλισμοῦ νόμον κατέλυσαν, ὀλίγον χρόνον αὐτῷ χρησάμενοι. 20 καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Λυσικράτους ἐν ῾Ρώμῃ 88 κατεστάθησαν ὕπατοι Γάιος Ναύτιος ῾Ρούτιλος καὶ Λεύκιος Μινούκιος Καρουτιανός. ἐπὶ δὲ τούτων Περικλῆς ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀποβὰς εἰς 25 Πελοπόννησον ἐδῄωσε τὴν τῶν Σικυωνίων χώραν. ἐπεξελθόντων δ᾿ ἐπ᾿ αὐτὸν τῶν Σικυωνίων πανδη- 2 μεὶ καὶ μάχης γενομένης, ὁ Περικλῆς νικήσας καὶ

8 ταραχὴν καὶ νεωτ. PAL, νεωτ. καὶ ταραχὴν cet. 15 διαγωγῆς ᾑροῦντο f 17 ἐγένετο FA 22 ῾Ρουτίλιος cod., corr. Rhod. 23 μινούτιος P