Textus Originalis

346 DIODOR. XI 88. 89.

πολλοὺς κατὰ τὴν φυγὴν ἀνελὼν κατέκλεισεν αὐτοὺς 471 εἰς πολιορκίαν. προσβολὰς δὲ ποιούμενος τοῖς τεί- χεσι, καὶ μὴ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἔτι δὲ καὶ τῶν Λακεδαιμονίων ἀποστειλάντων βοήθειαν τοῖς πολιορκουμένοις, ἀνέζευξεν ἐκ τῆς Σικυῶνος· εἰς 5 δὲ τὴν Ἀκαρνανίαν πλεύσας καὶ τὴν τῶν Οἰνιαδῶν χώραν καταδραμὼν καὶ λαφύρων πλῆθος ἀθροίσας, 3 ἀπέπλευσεν ἐκ τῆς Ἀκαρνανίας. μετὰ δὲ ταῦτα ἐλθὼν εἰς Χερρόνησον χιλίοις τῶν πολιτῶν κατε- κληρούχησε τὴν χώραν. ἅμα δὲ τούτοις πραττομέ- 10 νοις Τολμίδης ὁ, ἕτερος στρατηγὸς εἰς τὴν Εὔβοιαν παρελθὼν ἄλλοις χιλίοις πολίταις * * * τὴν τῶν 4 Ναξίων γῆν διένειμε. κατὰ δὲ τὴν Σικελίαν Τυρρη- νῶν λῃζομένων τὴν θάλατταν, οἱ Συρακόσιοι ναύ- αρχον ἑλόμενοι Φάϋλλον ἔπεμψαν εἰς τὴν Τυρρη- 15 νίαν. οὗτος δ᾿ ἐκπλεύσας τὸ μὲν πρῶτον νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν ἐπόρθησε, παρὰ δὲ τῶν Τυρρηνῶν λάθρᾳ χρήματα λαβών, ἀπέπλευσεν εἰς τὴν Σικελίαν οὐδὲν ἄξιον μνήμης διαπραξάμενος. 5 οἱ δὲ Συρακόσιοι τοῦτον μὲν ὡς προδότην κατα- 20 δικάσαντες ἐφυγάδευσαν, ἕτερον δὲ στρατηγὸν κατα- στήσαντες Ἀπελλῆν ἐξαπέστειλαν ἐπὶ Τυρρηνοὺς ἔχοντα τριήρεις ἑξήκοντα. οὗτος δὲ τὴν παραθα- λάττιον Τυρρηνίαν καταδραμών, ἀπῆρεν εἰς Κύρνον κατεχομένην ὑπὸ Τυρρηνῶν κατ᾿ ἐκείνους τοὺς χρό- 25 νους· πορθήσας δὲ πλεῖστα τῆς νήσου καὶ τὴν Αἰθά- λειαν χειρωσάμενος, ἐπανῆλθεν εἰς τὰς Συρακούσας

3 δὲ καὶ P, δὲ v. 12 τὴν] ταύτην καὶ τὴν coni. Wess. 13 Ναξίων] ἀναξίων P 16 νῆσον] τὴν νῆσον AFLM 17 et 26 Αἰθαλίαν cod.