Textus Originalis

Ol. 81, 4 : 453 a. Chr. 347

αἰχμαλώτων τε πλῆθος κομίζων καὶ τὴν ἄλλην ὠφέ- λειαν ἄγων οὐκ ὀλίγην. μετὰ δὲ ταῦτα Δουκέτιος 6 ὁ τῶν Σικελῶν ἀφηγούμενος τὰς πόλεις ἁπάσας τὰς ὁμοεθνεῖς πλὴν τῆς Ὕβλας εἰς μίαν καὶ κοινὴν 5 ἤγαγε συντέλειαν, δραστικὸς δ᾿ ὢν νεωτέρων ὠρέ- γετο πραγμάτων, καὶ παρὰ τοῦ κοινοῦ τῶν Σικελῶν ἀθροίσας δύναμιν ἀξιόλογον τὰς Μένας, ἥτις ἦν αὐτοῦ πατρίς, μετῴκισεν εἰς τὸ πεδίον, καὶ πλησίον τοῦ τεμένους τῶν ὀνομαζομένων Παλικῶν ἔκτισε 10 πόλιν ἀξιόλογον, ἣν ἀπὸ τῶν προειρημένων θεῶν ὠνόμαζε Παλικήν. Ἐπεὶ δὲ περὶ τῶν θεῶν τούτων ἐμνήσθημεν, οὐκ 89 ἄξιόν ἐστι παραλιπεῖν τὴν περὶ τὸ ἱερὸν ἀρχαιότητά τε καὶ τὴν ἀπιστίαν καὶ τὸ σύνολον τὸ περὶ τοὺς 15 ὀνομαζομένους κρατῆρας ἰδίωμα. μυθολογοῦσι γὰρ τὸ τέμενος τοῦτο διαφέρειν τῶν ἄλλων ἀρχαιότητι καὶ σεβασμῷ, πολλῶν ἐν αὐτῷ παραδόξων παραδε- δομένων. πρῶτον μὲν γὰρ κρατῆρές εἰσι τῷ μεγέ- 2 θει μὲν οὐ κατὰ πᾶν μεγάλοι, πηγὰς δ᾿ ἐξαισίους 20 ἀναβάλλοντες ἐξ ἀμυθήτου τε βυθοῦ καὶ παραπλή- σιον ἔχοντες τὴν φύσιν τοῖς λέβησι τοῖς ὑπὸ πυρὸς πολλοῦ καομένοις καὶ τὸ ὕδωρ διάπυρον ἀναβάλ- λουσιν. ἔμφασιν μὲν οὖν ἔχει τὸ ἀναβαλλόμενον 3 ὕδωρ ὡς ὑπάρχει διάπυρον, οὐ μὴν ἀκριβῆ τὴν 25 ἐπίγνωσιν ἔχει διὰ τὸ μηδένα τολμᾶν ἅψασθαι τού- του· τηλικαύτην γὰρ ἔχει κατάπληξιν ἡ τῶν ὑγρῶν

1 τὴν eras. P 3 Σικελιωτῶν cod., corr. Wess. 7 Μένας Müller frag. h. G. I 436; cf. 78, 5 et 91, 3] μινέας P, μὲν Νέας v., μὲν Νόας Palmerius 11 ὠνύμασε P² 15 ἰδίωμα eras. P 17 παραδεδομένων] γεγενημένων F¹JM 19 πηγὰς P, σπινθῆρας v. 20 τε P, δὲ v.