Textus Originalis
348 DIODOR. XI 89. 90. 91.
ἀναβολὴ ὥστε δοκεῖν ὑπὸ θείας τινὸς ἀνάγκης γίνε- 472 4 σθαι τὸ συμβαῖνον. τὸ μὲν γὰρ ὕδωρ θείου κατα- κόρου τὴν ὄσφρησιν ἔχει, τὸ δὲ χάσμα βρόμον πολὺν καὶ φοβερὸν ἐξίησι· τὸ δὲ τούτων παραδοξότερον, οὔτε ὑπερεκχεῖται τὸ ὑγρὸν οὔτε ἀπολείπει, κίνησιν 5 5 δὲ καὶ βίαν ῥεύματος εἰς ὕψος ἐξαιρομένην ἔχει 5 θαυμάσιον. τοιαύτης δὲ θεοπρεπείας οὔσης περὶ τὸ τέμενος, οἱ μέγιστοι τῶν ὅρκων ἐνταῦθα συντε- λοῦνται, καὶ τοῖς ἐπιορκήσασι συντόμως ἡ τοῦ δαι- μονίου κόλασις ἀκολουθεῖ· τινὲς γὰρ τῆς ὁράσεως 10 στερηθέντες τὴν ἐκ τοῦ τεμένους ἄφοδον ποιοῦνται. 6 μεγάλης δ᾿ οὔσης δεισιδαιμονίας, οἱ τὰς ἀμφισβη- τήσεις ἔχοντες, ὅταν ὑπό τινος ὑπεροχῆς κατισχύων- ται, τῇ διὰ τῶν ὅρκων τούτων ἀνακρίσει κρίνονται. ἔστι δὲ τοῦτο τὸ τέμενος ἔκ τινων χρόνων ἄσυλον 15 τετηρημένον, καὶ τοῖς ἀτυχοῦσιν οἰκέταις καὶ κυρίοις ἀγνώμοσι περιπεπτωκόσι πολλὴν παρέχεται βοήθειαν· 7 τοὺς γὰρ εἰς τοῦτο καταφυγόντας οὐκ ἔχουσιν ἐξου- σίαν οἱ δεσπόται βιαίως ἀπάγειν, καὶ μέχρι τούτου διαμένουσιν ἀσινεῖς, μέχρι ἂν ἐπὶ διωρισμένοις φι- 20 λανθρώποις πείσαντες οἱ κύριοι καὶ δόντες διὰ τῶν ὅρκων τὰς περὶ τῶν ὁμολογιῶν πίστεις ἀπαγάγωσι. 8 καὶ οὐδεὶς ἱστορεῖται τῶν δεδωκότων τοῖς οἰκέταις πίστιν ταύτην παραβάς· οὕτω γὰρ ἡ τῶν θεῶν δεισιδαιμονία τοὺς ὀμόσαντας πρὸς τοὺς δούλους 25 πιστοὺς ποιεῖ. ἔστι δὲ καὶ τὸ τέμενος ἐν πεδίῳ
2 γὰρ P, om. v. κατὰ κόρον H, κατάκορον Reiske 3 τὸ δὲ — ἐξίησι om. A 4 τὸ δὲ PAL, τὸ δὲ δὴ cet. 6 ἐξαιρομένου Reiske 9 σύντομος v. 14 ἀνακρίσει Madvig, ἀναιρέσει cod., πίστει Reiske 21 οἱ κύριοι — πί- στεις om. P 22 ἀπαγάγωσι Madvig, ἀπαλλαγῶσι cod.