Textus Originalis

Ol. 82, 2 : 451 a. Chr. 349

θεοπρεπεῖ κείμενον καὶ στοαῖς καὶ ταῖς ἄλλαις κατα- λύσεσιν ἱκανῶς κεκοσμημένον. περὶ μὲν οὖν τού- των ἱκανῶς ἡμῖν εἰρήσθω, πρὸς δὲ τὴν συνεχη τοῖς προϊστορημένοις διήγησιν ἐπάνιμεν. 5 Ὁ γὰρ Δουκέτιος τὴν Παλικὴν κτίσας καὶ περι- 90 λαβὼν αὐτὴν ἀξιολόγῳ τείχει, κατεκληρούχησε τὴν ὅμορον χώραν. συνέβη δὲ τὴν πόλιν ταύτην διὰ τὴν τῆς χώρας ἀρετὴν καὶ διὰ τὸ πλῆθος τῶν οἰκη- τόρων ταχεῖαν λαβεῖν αὔξησιν. οὐ πολὺν δὲ χρόνον 2 10 εὐδαιμονήσασα κατεσκάφη, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθ᾿ ἡμᾶς χρόνων· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις. Καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. 3 κατὰ δὲ τὴν Ἰταλίαν μετὰ τὴν κατασκαφὴν τῆς 15 Συβάρεως ὑπὸ τῶν Κροτωνιατῶν ὕστερον ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλὸς συναγαγὼν τοὺς ὑπολοίπους τῶν Συβαριτῶν ἐξ ἀρχῆς ᾤκισε τὴν Σύβαριν, κειμένην ἀνὰ μέσον ποταμῶν δυοῖν, τοῦ τε Συβάριος καὶ Κράθιος. ἀγαθὴν δ᾿ ἔχοντες 4 20 χώραν ταχὺ ταῖς οὐσίαις προσανέβησαν. κατασχόντες δὲ τὴν πόλιν ἔτη ὀλίγα πάλιν ἐξέπεσον ἐκ τῆς Συ- βάρεως· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψαι πειρα- σόμεθα κατὰ τὴν ἐχομένην βίβλον. [Deest annus Ol. 82, 1 : 452 a. Chr.] 25 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησιν Ἀντιδότου ῾Ρωμαῖοι 91 473 κατέστησαν ὑπάτους Λεύκιον Ποστούμιον καὶ Μάρ- κον Ὀράτιον. ἐπὶ δὲ τούτων Δουκέτιος [μὲν] ὁ τῶν

2 ἱκανῶς] del. aut καλῶς 20 προσανέβησαν P, om. AL, ἐπηύξησαν cet. 21 δὲ om. PAL ὀλίγα πάλιν P, ἓξ cet. (cf. XII 10, 2) 26 Λεύκιον] Λεύκιον Πόπλιον f 27 ὠράτιον cod. μὲν eras. P