Textus Originalis

V 1. 2. 3.

δὲ τῶν ποιητῶν μυθολογοῦσι κατὰ τὸν τοῦ Πλού- τωνος καὶ Φερσεφόνης γάμον ὑπὸ Διὸς ἀνακάλυπ- τρα τῇ νύμφῃ δεδόσθαι ταύτην τὴν νῆσον. τοὺς 4 δὲ κατοικοῦντας αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτό- 5 χθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγρα- φέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτῃ τῇ νήσῳ πρώτως φανῆναι καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιητῶν μαρ- 10 τυρεῖν λέγοντα ἀλλὰ τά γ᾿ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται πυροὶ καὶ κριθαί, ἠδ᾿ ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. ἔν τε γὰρ τῷ Λεοντίνῳ πεδίῳ καὶ κατὰ πολλοὺς 15 ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς. καθόλου δὲ 5 πρὸ τῆς εὑρέσεως τοῦ σίτου ζητουμένου κατὰ ποίαν τῆς οἰκουμένης γῆν πρῶτον ἐφάνησαν οἱ προειρη- μένοι καρποί, εἰκός ἐστιν ἀποδίδοσθαι τὸ πρωτεῖον 20 τῇ κρατίστῃ χώρᾳ· καὶ τὰς θεὰς δὲ τὰς εὑρούσας ἀκολούθως τοῖς εἰρημένοις ὁρᾶν ἐστι μάλιστα τιμω- μένας παρὰ τοῖς Σικελιώταις. καὶ τῆς ἁρπαγῆς τῆς 3 κατὰ τὴν Κόρην ἐν ταύτῃ γενομένης ἀπόδειξιν εἶναι λέγουσι φανερωτάτην ὅτι τὰς διατριβὰς αἱ θεαὶ 25 κατὰ ταύτην τὴν νῆσον ἐποιοῦντο διὰ τὸ στέργε- σθαι μάλιστα παρ᾿ αὐταῖς ταύτην. γενέσθαι δὲ 2 μυθολογοῦσι τὴν ἁρπαγὴν τῆς Κόρης ἐν τοῖς λει-

6 τῇ νήσῳ om. II 17 πρὸ] περὶ A 18 γῆς D 19 εἰκότως D 20 δὲ τὰς] δὲ ταύτας II 22 τὴν ἁρπαγὴν τὴν — γενομένην Hertlein 27 τῆς K. τὴν ἁρπαγὴν v.