Textus Originalis

V 28. 29. 41

ἐνισχύει γὰρ παρ᾿ αὐτοῖς ὁ Πυθαγόρου λόγος, ὅτι 6 τὰς ψυχὰς τῶν ἀνθρώπων ἀθανάτους εἶναι συμβέ- βηκε καὶ δι᾿ ἐτῶν ὡρισμένων πάλιν βιοῦν, εἰς ἕτε- ρον σῶμα τῆς ψυχῆς εἰσδυομένης. διὸ καὶ κατὰ 5 τὰς ταφὰς τῶν τετελευτηκότων ἐνίους ἐπιστολὰς γεγραμμένας τοῖς οἰκείοις τετελευτηκόσιν ἐμβάλλειν εἰς τὴν πυράν, ὡς τῶν τετελευτηκότων ἀναγνωσο- μένων ταύτας. ἐν δὲ ταῖς ὁδοιπορίαις καὶ ταῖς 29 μάχαις χρῶνται συνωρίσιν, ἔχοντος τοῦ ἅρματος 10 ἡνίοχον καὶ παραβάτην. ἀπαντῶντες δὲ τοῖς ἐφιπ- πεύουσιν ἐν τοῖς πολέμοις σαυνιάζουσι τοὺς ἐναν- τίους, καὶ καταβάντες τὴν ἀπὸ τοῦ ξίφους συν- ίστανται μάχην. ἔνιοι δ᾿ αὐτῶν ἐπὶ τοσοῦτο τοῦ 2 θανάτου καταφρονοῦσιν, ὥστε γυμνοὺς καὶ περι- 15 εζωσμένους καταβαίνειν εἰς τὸν κίνδυνον. ἐπά- γονται δὲ καὶ θεράποντας ἐλευθέρους ἐκ τῶν πε- νήτων καταλέγοντες, οἷς ἡνιόχοις καὶ παρασπισταῖς χρῶνται κατὰ τὰς μάχας. κατὰ δὲ τὰς παρατάξεις εἰώθασι προάγειν τῆς παρατάξεως καὶ προκαλεῖ- 20 σθαι τῶν ἀντιτεταγμένων τοὺς ἀρίστους εἰς μονο- μαχίαν, προανασείοντες τὰ ὅπλα καὶ καταπληττό- μενοι τοὺς ἐναντίους. ὅταν δέ τις ὑπακούσῃ πρὸς 3 τὴν μάχην, τάς τε τῶν προγόνων ἀνδραγαθίας ἐξυ- μνοῦσι καὶ τὰς ἑαυτῶν ἀρετὰς προφέρονται, καὶ 25 τὸν ἀντιταττόμενον ἐξονειδίζουσι καὶ ταπεινοῦσι καὶ τὸ σύνολον τὸ θάρσος τῆς ψυχῆς τοῖς λόγοις προαφαιροῦνται. τῶν δὲ πεσόντων πολεμίων τὰς 4 κεφαλὰς ἀφαιροῦντες περιάπτουσι τοῖς αὐχέσι τῶν

12 τὴν AD, εἰς τὴν cet. 16 δέ] τε D 25 καὶ ταπει- νοῦσι om. CE 26 θράσος Π 28 τοὺς αὐχένας F, om. CE