Textus Originalis

42 DIODORI SICULI

ἵππων· τὰ δὲ σκῦλα τοῖς θεράπουσι παραδόντες ᾑμαγμένα λαφυραγωγοῦσιν, ἐπιπαιανίζοντες καὶ ᾄδοντες ὕμνον ἐπινίκιον, καὶ τὰ ἀκροθίνια ταῦτα ταῖς οἰκίαις προσηλοῦσιν ὥσπερ οἱ ἐν κυνηγίοις τισὶ 5 κεχειρωμένοι τὰ θηρία. τῶν δ᾿ ἐπιφανεστάτων πο- 5 λεμίων κεδρώσαντες τὰς κεφαλὰς ἐπιμελῶς τηροῦσιν 353 ἐν λάρνακι, καὶ τοῖς ξένοις ἐπιδεικνύουσι σεμνυνό- μενοι διότι τῆσδε τῆς κεφαλῆς τῶν προγόνων τις ἢ πατὴρ ἢ καὶ αὐτὸς πολλὰ χρήματα διδόμενα οὐκ ἔλαβε. φασὶ δέ τινας αὐτῶν καυχᾶσθαι διότι 10 χρυσὸν ἀντίσταθμον τῆς κεφαλῆς οὐκ ἐδέξαντο, βάρβαρόν τινα μεγαλοψυχίαν ἐπιδεικνύμενοι· οὐ γὰρ τὸ μὴ πωλεῖν τὰ σύσσημα τῆς ἀρετῆς εὐγενές, ἀλλὰ τὸ πολεμεῖν τὸ ὁμόφυλον τετελευτηκὸς θη- 30ριῶδες. ἐσθῆσι δὲ χρῶνται καταπληκτικαῖς, χιτῶσι 15 μὲν βαπτοῖς χρώμασι παντοδαποῖς διηνθισμένοις καὶ ἀναξυρίσιν, ἃς ἐκεῖνοι βράκας προσαγορεύου- σιν· ἐπιπορποῦνται δὲ σάγους ῥαβδωτοὺς ἐν μὲν τοῖς χειμῶσι δασεῖς, κατὰ δὲ τὸ θέρος ψιλούς, πλιν- 2 θίοις πυκνοῖς καὶ πολυανθέσι διειλημμένους. ὅπλοις 20 δὲ χρῶνται θυρεοῖς μὲν ἀνδρομήκεσι, πεποικιλμέ- νοις ἰδιοτρόπως· τινὲς δὲ καὶ ζῴων χαλκῶν ἐξοχὰς ἔχουσιν, οὐ [μόνον] πρὸς κόσμον, ἀλλὰ [καὶ] πρὸς ἀσφάλειαν εὖ δεδημιουργημένας. κράνη δὲ χαλκᾶ περιτίθενται μεγάλας ἐξοχὰς ἐξ ἑαυτῶν ἔχοντα καὶ 25 παμμεγέθη φαντασίαν ἐπιφέροντα τοῖς χρωμένοις,

3 ἀκροθίνια] ἀκρωτήρια D (cf. IV 81, 4) 4 οἱ om. v. κυνηγίοις FG 5 τὰ om. edit. 10 καυχήσασθαι Π 14 ἀλλὰ τὸ] ἀλλὰ AD 15 χιτῶνας μὲν βαπτοὺς . . διηνθι- σμένους cod., corr. A 23 μόνον et καὶ om. D 25 αὐτῶν CFG καὶ A, om. cet.; f. δὲ 26 χρωμένοις] θεωμένοις II