Textus Originalis

V 29. 30. 31. 43

ὧν τοῖς μὲν πρόσκειται συμφυῆ κέρατα, τοῖς δὲ ὀρνέων ἢ τετραπόδων ζῴων ἐκτετυπωμέναι προτο- μαί. σάλπιγγας δ᾿ ἔχουσιν ἰδιοφυεῖς καὶ βαρβαρι- 3 κάς· ἐμφυσῶσι γὰρ ταύταις καὶ προβάλλουσιν ἦχον 5 τραχὺν καὶ πολεμικῆς ταραχῆς οἰκεῖον. θώρακας δ᾿ ἔχουσιν οἱ μὲν σιδηροῦς ἁλυσιδωτούς, οἱ δὲ τοῖς ὑπὸ τῆς φύσεως δεδομένοις ἀρκοῦνται, γυμνοὶ μα- χόμενοι. ἀντὶ δὲ τοῦ ξίφους σπάθας ἔχουσι μακρὰς σιδηραῖς ἢ χαλκαῖς ἁλύσεσιν ἐξηρτημένας, παρὰ τὴν 10 δεξιὰν λαγόνα παρατεταμένας. τινὲς δὲ τοὺς χιτῶ- νας ἐπιχρύσοις ἢ καταργύροις ζωστῆρσι συνέζωνται. προβάλλονται δὲ λόγχας, ἃς ἐκεῖνοι λαγκίας κα- 4 λοῦσι, πηχυαῖα τῷ μήκει τοῦ σιδήρου καὶ ἔτι μείζω τὰ ἐπιθήματα ἐχούσας, πλάτει δὲ βραχὺ λείποντα 15 354 διπαλαίστων· τὰ μὲν γὰρ ξίφη τῶν παρ᾿ ἑτέροις σαυνίων εἰσιν οὐκ ἐλάττω, τὰ δὲ σαυνία τὰς ἀκμὰς ἔχει τῶν ξιφῶν μείζους. τούτων δὲ τὰ μὲν ἐπ᾿ εὐθείας κεχάλκευται, τὰ δ᾿ ἑλικοειδῆ δι᾿ ὅλων ἀνά- κλασιν ἔχει πρὸς τὸ καὶ κατὰ τὴν πληγὴν μὴ μό- 20 νον τέμνειν, ἀλλὰ καὶ θραύειν τὰς σάρκας καὶ κατὰ τὴν ἀνακομιδὴν τοῦ δόρατος σπαράττειν τὸ τραῦμα. αὐτοὶ δ᾿ εἰσὶ τὴν πρόσοψιν καταπληκτι- 31 κοὶ καὶ ταῖς φωναῖς βαρυηχεῖς καὶ παντελῶς τρα- χύφωνοι, κατὰ δὲ τὰς ὁμιλίας βραχυλόγοι καὶ αἰνιγ- 25 ματίαι [καὶ τὰ πολλὰ αἰνιττόμενοι συνεκδοχικῶς]· πολλὰ δὲ λέγοντες ἐν ὑπερβολαῖς ἐπ᾿ αὐξήσει μὲν ἑαυτῶν, μειώσει δὲ τῶν ἄλλων, ἀπειληταί τε καὶ

1 ὧν τοῖς μὲν D, τοῖς μὲν γὰρ v. 12 λαγκίας] ἀγκείας II 13 πηχυαίας et 14 λειπούσας codices, corr. Reiske 17 μείζω II 22 εἰσί] εἰς D 25 καὶ τὰ (κατὰ δὲ ADG) πολλὰ αἰνιττόμενοι (et v. 27 ἀπειληταὶ καὶ) del. Reiske, 27 * τε] δὲ cod.