Textus Originalis

44 DIODORI SICULI

ἀνατατικοὶ καὶ τετραγῳδημένοι ὑπάρχουσι, ταῖς δὲ 2 διανοίαις ὀξεῖς καὶ πρὸς μάθησιν οὐκ ἀφυεῖς. εἰσὶ δ᾿ὲ παρ᾿ αὐτοῖς καὶ ποιηταὶ μελῶν, οὓς βάρδους ὀνομάζουσιν. οὗτοι δὲ μετ᾿ ὀργάνων ταῖς λύραις ὁμοίων ᾄδοντες οὓς μὲν ὑμνοῦσιν, οὓς δὲ βλασφη- 5 μοῦσι. φιλόσοφοί τέ τινές εἰσι καὶ θεολόγοι περιτ- 3 τῶς τιμώμενοι, οὓς δρουίδας ὀνομάζουσι. χρῶνται δὲ καὶ μάντεσιν, ἀποδοχῆς μεγάλης ἀξιοῦντες αὐ- τούς· οὗτοι δὲ διά τε τῆς οἰωνοσκοπίας καὶ διὰ τῆς τῶν ἱερείων θυσίας τὰ μέλλοντα προλέγουσι, 10 καὶ πᾶν τὸ πλῆθος ἔχουσιν ὑπήκοον. μάλιστα δ᾿ ὅταν περί τινων μεγάλων ἐπισκέπτωνται, παράδο- ξον καὶ ἄπιστον ἔχουσι νόμιμον· ἄνθρωπον γὰρ κατασπείσαντες τύπτουσι μαχαίρᾳ κατὰ τὸν ὑπὲρ τὸ διάφραγμα τόπον, καὶ πεσόντος τοῦ πληγέντος 15 ἐκ τῆς πτώσεως καὶ τοῦ σπαραγμοῦ τῶν μελῶν, ἔτι δὲ τῆς τοῦ αἵματος ῥύσεως τὸ μέλλον νοοῦσι, παλαιᾷ τινι καὶ πολυχρονίῳ παρατηρήσει περὶ τού- 4 των πεπιστευκότες. ἔθος δ᾿ αὐτοῖς ἐστι μηδένα θυσίαν ποιεῖν ἄνευ φιλοσόφου· διὰ γὰρ τῶν ἐμ- 20 πείρων τῆς θείας φύσεως ὡσπερεί τινων ὁμοφώ- νων τὰ χαριστήρια τοῖς θεοῖς φασι δεῖν προσφέ- ρειν, καὶ διὰ τούτων οἴονται δεῖν τἀγαθὰ αἰτεῖσθαι. 5 οὐ μόνον δ᾿ ἐν ταῖς εἰρηνικαῖς χρείαις, ἀλλὰ καὶ κατὰ τοὺς πολέμους τούτοις μάλιστα πείθονται καὶ 25 τοῖς μελῳδοῦσι ποιηταῖς, οὐ μόνον οἱ φίλοι, ἀλλὰ καὶ οἱ πολέμιοι· πολλάκις δ᾿ ἐν ταῖς παρατάξεσι πλησιαζόντων ἀλλήλοις τῶν στρατοπέδων καὶ τοῖς

7 δρουίδας Ortelius, σαρωνίδας cod. 15 τόπον] ἤτοι τὸν λαιμόν add. CN 17 ἔτι δὲ] ἐπὶ D 27 δ᾿ A, om. cet.