Textus Originalis
V 31. 32. 45
ξίφεσιν ἀνατεταμένοις καὶ ταῖς λόγχαις προβεβλη- μέναις, εἰς τὸ μέσον οὗτοι προελθόντες παύουσιν αὐτούς, ὥσπερ τινὰ θηρία κατεπάσαντες. οὕτω καὶ 355 παρὰ τοῖς ἀγριωτάτοις βαρβάροις ὁ θυμὸς εἴκει τῇ 5 σοφίᾳ καὶ ὁ Ἄρης αἰδεῖται τὰς Μούσας. Χρήσιμον δ᾿ ἐστὶ διορίσαι τὸ παρὰ πολλοῖς 32 ἀγνοούμενον. τοὺς γὰρ ὑπὲρ Μασσαλίας κατοι- κοῦντας ἐν τῷ μεσογείῳ καὶ τοὺς παρὰ τὰς Ἄλ- πεις, ἔτι δὲ τοὺς ἐπὶ τάδε τῶν Πυρηναίων ὀρῶν 10 Κελτοὺς ὀνομάζουσι, τοὺς δ᾿ ὑπὲρ ταύτης τῆς Κελ- τικῆς εἰς τὰ πρὸς ἄρκτον νεύοντα μέρη παρά τε τὸν ὠκεανὸν καὶ τὸ Ἑρκύνιον ὄρος καθιδρυμένους καὶ πάντας τοὺς ἑξῆς μέχρι τῆς Σκυθίας Γαλάτας προσ- αγορεύουσιν· οἱ δὲ ῾Ρωμαῖοι πάλιν πάντα ταῦτα τὰ 15 ἔθνη συλλήβδην μιᾷ προσηγορίᾳ περιλαμβάνουσιν, ὀνομάζοντες Γαλάτας ἅπαντας. αἱ δὲ γυναῖκες τῶν 2 Γαλατῶν οὐ μόνον τοῖς μεγέθεσι παραπλήσιοι τοῖς ἀνδράσιν εἰσίν, ἀλλὰ καὶ ταῖς ἀλκαῖς ἐνάμιλλοι. τὰ δὲ παιδία παρ᾿ αὐτοῖς ἐκ γενετῆς ὑπάρχει πολιὰ 20 κατὰ τὸ πλεῖστον· προβαίνοντα δὲ ταῖς ἡλικίαις εἰς τὸ τῶν πατέρων χρῶμα ταῖς χρόαις μετασχηματί- ζεται. ἀγριωτάτων δ᾿ ὄντων τῶν ὑπὸ τὰς ἄρκτους 3 κατοικούντων καὶ τῶν τῇ Σκυθίᾳ πλησιοχώρων, φασί τινας ἀνθρώπους ἐσθίειν, ὥσπερ καὶ τῶν 25 Πρεττανῶν τοὺς κατοικοῦντας τὴν ὀνομαζομένην Ἴριν. διαβεβοημένης δὲ τῆς τούτων ἀλκῆς καὶ ἀγριό- 4
2 προσελθόντες D 3 καταπαύσαντες D 6 παρὰ πολ- λοῖς] παράδοξον ἄλλοις D 7 γὰρ om. D 8 παρὰ] περὶ II 10 ὑπὲρ] ὑπὸ II 11 ἄρκτον Wurm (Müllenhoff d. Alt. II p. 178), βορέαν Madvig, νότον cod. 12 καθιδρυμένα II 14 πάλιν om. EG, πάλαι Madvig 25 Βρεττανῶν v.