Textus Originalis
46 DIODORI SICULI
τητος, φασί τινες ἐν τοῖς παλαιοῖς χρόνοις τοὺς τὴν Ἀσίαν ἅπασαν καταδραμόντας, ὀνομαζομένους δὲ Κιμμερίους, τούτους εἶναι, βραχὺ τοῦ χρόνου τὴν λέξιν φθείραντος ἐν τῇ τῶν καλουμένων Κίμβρων προσηγορίᾳ. ζηλοῦσι γὰρ ἐκ παλαιοῦ λῃστεύειν ἐπὶ 5 τὰς ἀλλοτρίας χώρας ἐπερχόμενοι καὶ καταφρονεῖν 5 ἁπάντων. οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ῾Ρώμην ἑλόν- τες, τὸ δὲ ἱερὸν τὸ ἐν Δελφοῖς συλήσαντες, καὶ πολλὴν μὲν τῆς Εὐρώπης, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας φορολογήσαντες, καὶ τῶν καταπολεμηθέντων 10 τὴν χώραν κατοικήσαντες, οἳ διὰ τὴν πρὸς τοὺς Ἕλληνας ἐπιπλοκὴν Ἑλληνογαλάται κληθέντες, τὸ δὲ τελευταῖον πολλὰ καὶ μεγάλα στρατόπεδα ῾Ρω- 6 μαίων συντρίψαντες. ἀκολούθως δὲ τῇ κατ᾿ αὐτοὺς ἀγριότητι καὶ περὶ τὰς θυσίας ἐκτόπως ἀσεβοῦσι· 15 τοὺς γὰρ κακούργους κατὰ πενταετηρίδα φυλάξαν- τες ἀνασκολοπίζουσι τοῖς θεοῖς καὶ μετ᾿ ἄλλων πολ- λῶν ἀπαρχῶν καθαγίζουσι, πυρὰς παμμεγέθεις κα- τασκευάζοντες. χρῶνται δὲ καὶ τοῖς αἰχμαλώτοις ὡς ἱερείοις πρὸς τὰς τῶν θεῶν τιμάς. τινὲς δ᾿ αὐ- 20 τῶν καὶ τὰ κατὰ πόλεμον ληφθέντα ζῷα μετὰ τῶν ἀνθρώπων ἀποκτείνουσιν ἢ κατακάουσιν ἢ τισιν 7 ἄλλαις τιμωρίαις ἀφανίζουσι. γυναῖκας δ᾿ ἔχοντες 356 εὐειδεῖς ἥκιστα ταύταις προσέχουσιν, ἀλλὰ πρὸς τὰς τῶν ἀρρένων ἐπιπλοκὰς ἐκτόπως λυττῶσιν. 25 εἰώθασι δ᾿ ἐπὶ δοραῖς θηρίων χαμαὶ καθεύδοντες ἐξ ἀμφοτέρων τῶν μερῶν παρακοίτοις συγκυλίεσθαι. τὸ δὲ πάντων παραδοξότατον, τῆς ἰδίας εὐσχημο-
6 τὰς] τῆς D 8 τὸ ἐν] ἐν D 14 καθ᾿ αὑτοὺς v. 21 καὶ om. D 22 ἀποκτέννουσιν D