Textus Originalis

V 32. 33. 47

σύνης ἀφροντιστοῦντες τὴν τοῦ σώματος ὥραν ἑτέ- ροις εὐκόλως προΐενται, καὶ τοῦτο αἰσχρὸν οὐχ ἡγοῦνται, ἀλλὰ μᾶλλον ὅταν τις αὐτῶν χαριζομέ- νων μὴ προσδέξηται τὴν διδομένην χάριν, ἄτιμον 5 ἡγοῦνται. Ἡμεῖς δ᾿ ἀρκούντως περὶ Κελτῶν εἰρηκότες με- 33 ταβιβάσομεν τὴν ἱστορίαν ἐπὶ τοὺς πλησιοχώρους τούτοις Κελτίβηρας. οὗτοι γὰρ τὸ παλαιὸν περὶ τῆς χώρας ἀλλήλοις διαπολεμήσαντες, οἵ τε Ἴβηρες 10 καὶ οἱ Κελτοί, καὶ μετὰ ταῦτα διαλυθέντες καὶ τὴν χώραν κοινῇ κατοικήσαντες, ἔτι δ᾿ ἐπιγαμίας πρὸς ἀλλήλους συνθέμενοι, διὰ τὴν ἐπιμιξίαν ταύτης ἔτυχον τῆς προσηγορίας. δυεῖν δ᾿ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑποκειμένης ἀγαθῆς, συνέβη 15 τοὺς Κελτίβηρας ἐπὶ πολὺ τῇ δόξῃ προελθεῖν, καὶ ῾Ρωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι. δοκοῦσι δ᾿ οὗτοι κατὰ τοὺς πο- 2 λέμους οὐ μόνον ἱππεῖς ἀγαθούς, ἀλλὰ καὶ πεζοὺς παρέχεσθαι διαφόρους ταῖς ἀλκαῖς καὶ ταῖς καρτε- 20 ρίαις. φοροῦσι δ᾿ οὗτοι σάγους μέλανας τραχεῖς καὶ παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν. ὁπλίζονται δέ τινες τῶν Κελτιβήρων Γα- 3 λατικοῖς θυρεοῖς κούφοις, τινὲς δὲ κυρτίαις κυκλο- τερέσιν ἀσπίδων ἐχούσαις τὰ μεγέθη, καὶ περὶ τὰς 25 κνήμας τριχίνας εἱλοῦσι κνημῖδας, περὶ δὲ τὰς κε- φαλὰς κράνη χαλκᾶ περιτίθενται φοινικοῖς ἠσκη- μένα λόφοις. ξίφη δ᾿ ἀμφίστομα καὶ σιδήρῳ δια-

2 εὐκόπως ἑτέροις CFG 6 περὶ] τῶν add. v. 11 οἰκήσαντες D 13 ταύτης ἔτυχον] λέγονται ταύτης τυχεῖν C 21 αἰγίαις D