Textus Originalis

48 DIODORI SICULI

φόρῳ κεχαλκευμένα φοροῦσιν, ἔχοντες σπιθαμιαίας παραξιφίδας, αἷς χρῶνται κατὰ τὰς ἐν ταῖς μάχαις 4 συμπλοκάς. ἴδιον δέ τι παρ᾿ αὐτοῖς ἐστι περὶ τὴν τῶν [ὅπλων καὶ] ἀμυντηρίων κατασκευήν· ἐλάσματα γὰρ σιδήρου κατακρύπτουσιν εἰς τὴν γῆν, καὶ ταῦτα 5 ἐῶσι μέχρι ἂν ὅτου διὰ τὸν χρόνον τοῦ ἰοῦ περι- φαγόντος τὸ ἀσθενὲς τοῦ σιδήρου καταλειφθῇ τὸ στερεώτατον, ἐξ οὗ κατασκευάζουσι διάφορα ξίφη καὶ τἄλλα τὰ πρὸς πόλεμον ἀνήκοντα. τὸ δ᾿ οὕτω κατασκευασθὲν ὅπλον πᾶν τὸ ὑποπεσὸν διαιρεῖ, ἀφ᾿ 10 οὗπερ οὔτε θυρεὸς οὔτε κράνος οὔτε ὀστοῦν ὑπο- μένει τὴν πληγὴν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς 5 τοῦ σιδήρου. διμάχαι δ᾿ ὄντες, ἐπειδὰν ἀπὸ τῶν ἵππων ἀγωνισάμενοι νικήσωσι, καταπηδῶντες καὶ τὴν τῶν πεζῶν τάξιν μεταλαμβάνοντες θαυμαστὰς 357 15 ποιοῦνται μάχας. ἴδιον δέ τι καὶ παράδοξον νόμι- μον παρ᾿ αὐτοῖς ἐστιν· ἐπιμελεῖς γὰρ ὄντες καὶ καθάρειοι ταῖς διαίταις ἓν ἔργον ἐπιτηδεύουσι βά- ναυσον καὶ πολλῆς ἀκαθαρσίας κεκοινωνηκός· παρ᾿ ἕκαστα γὰρ τὸ σῶμα λοῦσιν οὔρῳ, καὶ τοὺς ὀδόν- 20 τας παρατρίβοντες ταύτην ἡγοῦνται θεραπείαν εἶναι 34 τοῦ σώματος. τοῖς δ᾿ ἤθεσι πρὸς μὲν τοὺς κακούρ- γους καὶ πολεμίους ὑπάρχουσιν ὠμοί, πρὸς δὲ τοὺς ξένους ἐπιεικεῖς καὶ φιλάνθρωποι. τοὺς γὰρ ἐπι- δημήσαντας ξένους ἅπαντες ἀξιοῦσι παρ᾿ αὐτοῖς 25 ποιεῖσθαι τὰς καταλύσεις καὶ πρὸς ἀλλήλους ἁμίλ-

1 σπιθαμαίας II 4 ὅπλων καὶ del. Eich., πολλῶν ὅπλων καὶ D (cf. III 54, 3); f. καὶ περὶ τὴν τῶν ἀμυντηρίων (vel ἄλλων) ὅπλων 13 διμάχαι A, δυσμαχοι B, διμάχαιροι cet. 18 καθαροί D 25 ἅπαντας cod., corr. Dind.