Textus Originalis
V 33. 34. 49
λῶνται περὶ τῆς φιλοξενίας· οἷς δ᾿ ἂν οἱ ξένοι συν- ακολουθήσωσι, τούτους ἐπαινοῦσι καὶ θεοφιλεῖς ἡγοῦνται. τροφαῖς δὲ χρῶνται κρέασι παντοδαποῖς 2 καὶ δαψιλέσι καὶ οἰνομέλιτος πόματι, χορηγούσης 5 τῆς χώρας τὸ μὲν μέλι παμπληθές, τὸν δ᾿ οἶνον παρὰ τῶν ἐπιπλεόντων ἐμπόρων ὠνούμενοι. χαριέ- 3 στατον δὲ τῶν πλησιοχώρων ἐθνῶν [αὐτοῖς] ἐστι τὸ τῶν Οὐακκαίων ὀνομαζομένων σύστημα· οὗτοι γὰρ καθ᾿ ἕκαστον ἔτος διαιρούμενοι τὴν χώραν γεωρ- 10 γοῦσι, καὶ τοὺς καρποὺς κοινοποιούμενοι μεταδι- δόασιν ἑκάστῳ τὸ μέρος, καὶ τοῖς νοσφισαμένοις τι γεωργοῖς θάνατον τὸ πρόστιμον τεθείκασι. τῶν δ᾿ 4 Ἰβήρων ἀλκιμώτατοι μέν εἰσιν οἱ καλούμενοι Λυ- σιτανοί, φοροῦσι δ᾿ ἐν τοῖς πολέμοις πέλτας μικρὰς 15 παντελῶς, διαπεπλεγμένας νεύροις καὶ δυναμένας σκέπειν τὸ σῶμα περιττότερον διὰ τὴν στερεότητα· ταύτην δ᾿ ἐν ταῖς μάχαις μεταφέροντες εὐλύτως ἄλλοτε ἄλλως ἀπὸ τοῦ σώματος διακρούονται φιλο- τέχνως πᾶν τὸ φερόμενον ἐπ᾿ αὐτοὺς βέλος. χρῶν- 5 20 ται δὲ καὶ σαυνίοις ὁλοσιδήροις ἀγκιστρώδεσι, φο- ροῦσι δὲ κράνη καὶ ξίφη παραπλήσια Κελτίβηρσιν. ἀκοντίζουσι δ᾿ εὐστόχως καὶ μακράν, καὶ καθόλου καρτεροπληγεῖς ὑπάρχουσιν. εὐκίνητοι δ᾿ ὄντες καὶ κοῦφοι ῥᾳδίως καὶ φεύγουσι καὶ διώκουσι, κατὰ 25 δὲ τὰς ἐν ταῖς συστάσεσι τῶν δεινῶν ὑπομονὰς πολὺ λείπονται τῶν Κελτιβήρων. ἐπιτηδεύουσι δὲ
1 ξενίας II 5 μὲν om. v. παμπληθεῖ D 7 αὐ- τοῖς om. D 8 οὐαγκαίων D ὀνομαζόμενον cod., corr. Steph. 12 τὸ om. A δ᾿ Ἰβήρων] δὲ Κίμβρων II 23 καρτεροπλῆγες II