Textus Originalis

50 DIODORI SICULI

κατὰ μὲν τὴν εἰρήνην ὄρχησίν τινα κούφην καὶ περιέχουσαν πολλὴν εὐτονίαν σκελῶν, ἐν δὲ τοῖς πολέμοις, πρὸς ῥυθμὸν ἐμβαίνουσι καὶ παιᾶνας 6 ᾄδουσιν, ὅταν ἐπίωσι τοῖς ἀντιτεταγμένοις. ἴδιον δέ τι παρὰ τοῖς Ἴβηρσι καὶ μάλιστα παρὰ τοῖς Λυ- 5 σιτανοῖς ἐπιτηδεύεται· τῶν γὰρ ἀκμαζόντων ταῖς ἡλικίαις οἱ μάλιστα ἀπορώτατοι ταῖς οὐσίαις, ῥώμῃ δὲ σώματος καὶ θράσει διαφέροντες, ἐφοδιάσαντες αὑτοὺς ἀλκῇ καὶ τοῖς ὅπλοις εἰς τὰς ὀρεινὰς δυσχω- ρίας ἀθροίζονται, συστήματα δὲ ποιήσαντες ἀξιό- 10 λογα κατατρέχουσι τὴν Ἰβηρίαν καὶ λῃστεύοντες 358 πλούτους ἀθροίζουσι· καὶ τοῦτο διατελοῦσι πράτ- τοντες μετὰ πάσης καταφρονήσεως· κούφοις γὰρ χρώμενοι καθοπλισμοῖς καὶ παντελῶς ὄντες εὐκί- νητοι καὶ ὀξεῖς δυσχειρότατοι τοῖς ἄλλοις εἰσί. 15 7 καθόλου δὲ τὰς ἐν τοῖς ὄρεσι δυσχωρίας καὶ τραχύ- τητας ἡγούμενοι πατρίδας εἶναι, εἰς ταύτας κατα- φεύγουσι, δυσδιεξόδους οὔσας μεγάλοις καὶ βαρέσι στρατοπέδοις. διὸ καὶ ῾Ρωμαῖοι πολλάκις ἐπ᾿ αὐτοὺς στρατεύσαντες τῆς μὲν πολλῆς καταφρονήσεως ἀπέ- 20 στησαν αὐτούς, εἰς τέλος δὲ τὰ λῃστήρια καταλῦσαι πολλάκις φιλοτιμηθέντες οὐκ ἠδυνήθησαν. 35 Ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι διαλαμβάνομεν περὶ τῶν ἐν αὐτῇ μετάλλων ἀργυρείων διελθεῖν· αὕτη γὰρ ἡ χώρα 25 σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευό- μενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρ- 2 έχεται προσόδους. εἴρηται μὲν οὖν ἡμῖν καὶ ἐν

9 ἑαυτοὺς A, αὐτοὺς cet. 15 δυσχειρότατοι D (ut Schaefer), δυσχείρωτοι CFG 27 ἀργύριον v.