Textus Originalis
6 DIODORI SICULI
μῶσι τοῖς κατὰ τὴν Ἔνναν. ἔστι δ᾿ ὁ τόπος οὗτος πλησίον μὲν τῆς πόλεως, ἴοις δὲ καὶ τοῖς ἄλλοις ἄνθεσι παντοδαποῖς ἐκπρεπὴς καὶ τῆς θεᾶς ἄξιος. διὰ δὲ τὴν ἀπὸ τῶν φυομένων ἀνθῶν εὐωδίαν λέγεται τοὺς κυνηγεῖν εἰωθότας κύνας μὴ δύνασθαι στι- 5 βεύειν, ἐμποδιζομένους τὴν φυσικὴν αἴσθησιν. ἔστι δ᾿ ὁ προειρημένος λειμὼν ἄνωθεν μὲν ὁμαλὸς καὶ παντελῶς εὔυδρος, κύκλῳ δ᾿ ὑψηλὸς καὶ πανταχό- θεν κρημνοῖς ἀπότομος. δοκεῖ δ᾿ ἐν μέσῳ κεῖσθαι τῆς ὅλης νήσου, διὸ καὶ Σικελίας ὀμφαλὸς ὑπό τι- 10 3 νων προσαγορεύεται. ἔχει δὲ καὶ πλησίον ἄλση [καὶ λειμῶνας] καὶ περὶ ταῦτα ἕλη, καὶ σπήλαιον εὐμέ- γεθες, ἔχον χάσμα κατάγειον πρὸς τὴν ἄρκτον νε- νευκός, δι᾿ οὗ μυθολογοῦσι τὸν Πλούτωνα μεθ᾿ ἅρματος ἐπελθόντα ποιήσασθαι τὴν ἁρπαγὴν τῆς Κό- 15 ρης. τὰ δὲ ἴα καὶ τῶν ἄλλων ἀνθῶν τὰ παρεχό- μενα τὴν εὐωδίαν παραδόξως δι᾿ ὅλου τοῦ ἐνιαυ- τοῦ παραμένειν θάλλοντα καὶ τὴν ὅλην πρόσοψιν 4 ἀνθηρὰν καὶ ἐπιτερπῆ παρεχόμενα. μυθολογοῦσι δὲ μετὰ τῆς Κόρης τὰς τῆς ὁμοίας παρθενίας ἠξιω- 20 μένας Ἀθηνᾶν τε καὶ Ἄρτεμιν συντρεφομένας συν- άγειν μετ᾿ αὐτῆς τὰ ἄνθη καὶ κατασκευάζειν κοινῇ τῷ πατρὶ Διὶ τὸν πέπλον. διὰ δὲ τὰς μετ᾿ ἀλλή- λων διατριβάς τε καὶ ὁμιλίας ἁπάσας στέρξαι τὴν νῆσον ταύτην μάλιστα, καὶ λαχεῖν ἑκάστην αὐτῶν 25
332
3 εὐπρεπὴς C τῆς ACDFG, om. edit. θεάς v. (c. 43, 2) 11 προσαγορεύεται] ὀνομάζεται FG καὶ λειμῶνας ACFGM (delevi, cf. Cic. Verr. 4, 107), λειμῶνας D, καὶ λειμῶνας καὶ παραδείσους cet. 14 δι᾿ οὗ] διὰ D 15 εἰσελ- θόντα II 16 ἀνθέων D 18 παραμένει f. 20 τὰς τῆς] ταύτης D 23 Διὶ πατρὶ v.