Textus Originalis

V 34. 35. 51

ταῖς πρὸ ταύτης βίβλοις ἐν ταῖς περὶ Ἡρακλέους πράξεσι τὰ κατὰ τὴν Ἰβηρίαν ὄρη τὰ καλούμενα Πυρηναῖα· ταῦτα δὲ καὶ κατὰ τὸ ὕψος καὶ κατὰ τὸ μέγεθος ὑπάρχει διάφορα τῶν ἄλλων· παρήκει γὰρ 5 ἀπὸ τῆς κατὰ τὴν μεσημβρίαν θαλάττης σχεδὸν ἄχρι πρὸς τὸν ὑπὸ τὰς ἄρκτους ὠκεανόν, διείργοντα δὲ τὴν Γαλατίαν καὶ τὴν Ἰβηρίαν, ἔτι δὲ τὴν Κελ- τιβηρίαν, παρεκτείνει σταδίους ὡς τρισχιλίους. πολ- 3 λῶν δ᾿ ὄντων ἐν αὐτοῖς δρυμῶν καὶ πυκνῶν τοῖς 10 δένδρεσι, φασὶν ἐν τοῖς παλαιοῖς χρόνοις ὑπό τινων νομέων ἀφέντων πῦρ κατακαῆναι παντελῶς ἅπα- σαν τὴν ὀρεινὴν χώραν· διὸ καὶ συχνὰς ἡμέρας συνεχῶς πυρὸς ἐπιφλέγοντος καῆναι τὴν ἐπιφά- νειαν τῆς γῆς, καὶ τὰ μὲν ὄρη διὰ τὸ συμβεβηκὸς 15 κληθῆναι Πυρηναῖα, τὴν δ᾿ ἐπιφάνειαν τῆς κατα- κεκαυμένης χώρας ἀργύρῳ ῥυῆναι πολλῷ, καὶ χω- νευθείσης τῆς φύσεως, ἐξ ἧς ὁ ἄργυρος κατασκευά- ζεται, ῥύακας γενέσθαι πολλοὺς ἀργύρου καθαροῦ. τῆς δὲ τούτου χρείας ἀγνοουμένης παρὰ τοῖς ἐγχω- 4 20 ρίοις, τοὺς Φοίνικας ἐμπορίαις χρωμένους καὶ τὸ γεγονὸς μαθόντας ἀγοράζειν τὸν ἄργυρον μικρᾶς τινος ἀντιδόσεως ἄλλων φορτίων. διὸ δὴ τοὺς Φοίνικας μετακομίζοντας εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν καὶ τἄλλα πάντα ἔθνη μεγάλους περιποιή- 25 σασθαι πλούτους. ἐπὶ τοσοῦτο δὲ τοὺς ἐμπόρους διατεῖναι τῆς φιλοκερδίας, ὥστε ἐπειδὰν καταγό- μων ὄντων τῶν πλοίων περιττεύῃ πολὺς ἄργυρος,

7 δὲ add. Eich. (τε Reiske) 8 παρατείνει D 9 αὐτοῖς] αὐτῇ II 13 πυρὸς] τοῦ πυρὸς Eich. 21 γεγο- νός] γένος D 24 πλούτους περιποιήσασθαι D