Textus Originalis

52 DIODORI SICULI

ἐκκόπτειν τὸν ἐν ταῖς ἀγκύραις μόλιβδον, καὶ ἐκ τοῦ ἀργύρου τὴν ἐκ τοῦ μολίβδου χρείαν ἀλλάττε- 5 σθαι. διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ λαβόντες αὔξησιν 359 ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς μὲν εἰς Σικελίαν 5 καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δ᾿ εἰς τὴν Λι- 36βύην καὶ Σαρδόνα καὶ τὴν Ἰβηρίαν. ὕστερον δὲ πολλοῖς χρόνοις οἱ μὲν Ἴβηρες μαθόντες τὰ περὶ τὸν ἄργυρον ἰδιώματα κατεσκεύασαν ἀξιόλογα μέ- ταλλα· διόπερ ἄργυρον κάλλιστον καὶ σχεδόν τι 10 πλεῖστον κατασκευάζοντες μεγάλας ἐλάμβανον προσ- όδους. ὁ δὲ τρόπος τῆς μεταλλείας καὶ τῶν ἔργων 2 τοιοῦτός τίς ἐστι παρὰ τοῖς Ἴβηρσιν. ὄντων χαλ- κοῦ καὶ χρυσοῦ καὶ ἀργύρου μετάλλων θαυμαστῶν, οἱ μὲν ἐργαζόμενοι τὰ χαλκουργεῖα τὸ τέταρτον μέ- 15 ρος χαλκοῦ καθαροῦ ἐκ τῆς ὀρυττομένης γῆς λαμ- βάνουσι, τῶν δ᾿ ἀργυρευόντων τινὲς ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν ἐξαίρουσι τάλαντον· πᾶσα γὰρ ἡ βῶλός ἐστι ψήγματος συμπεπηγότος καὶ ἀπο- λάμποντος μεστή. διὸ καὶ θαυμάσαι τις ἂν τήν τε 20 τῆς χώρας φύσιν καὶ τὴν φιλοπονίαν τῶν ἐργαζο- 3 μένων αὐτὴν ἀνθρώπων. τὸ μὲν οὖν πρῶτον οἱ τυχόντες τῶν ἰδιωτῶν προσεκαρτέρουν τοῖς μετάλ- λοις, καὶ μεγάλους ἀπεφέροντο πλούτους διὰ τὴν ἑτοιμότητα καὶ δαψίλειαν τῆς ἀργυρίτιδος γῆς· ὕστε- 25 ρον δὲ τῶν ῾Ρωμαίων κρατησάντων τῆς Ἰβηρίας, πλῆθος Ἰταλῶν ἐπεπόλασε τοῖς μετάλλοις, καὶ με-

4 * ἐπὶ πολὺ λαβόντες] ἐπὶ πολὺν λαβόντες χρόνον cod., πολλὴν λαβόντες Wess. 6 ταύτῃ FG 7 τὴν om. Bek. 13 χαλκοῦ f. del. 17 ἀργυρευόντων A, (et Strab. p. 147), ἀργυρευτῶν cet. 27 Ἰταλικῶν C, Ἰταλικὸν FG