Textus Originalis
V 35. 36. 37. 53
γάλους ἀπεφέροντο πλούτους διὰ τὴν φιλοκερδίαν. ὠνούμενοι γὰρ πλῆθος ἀνδραπόδων παραδιδόασι 4 τοῖς ἐφεστηκόσι ταῖς μεταλλικαῖς ἐργασίαις· οὗτοι δὲ κατὰ πλείονας τόπους ἀνοίξαντες στόμια καὶ 5 κατὰ βάθους ὀρύττοντες τὴν γῆν ἐρευνῶσι τὰς πο- λυαργύρους καὶ πολυχρύσους πλάκας τῆς γῆς· κα- ταβαίνοντές τε οὐ μόνον εἰς μῆκος, ἀλλὰ καὶ εἰς βάθος παρεκτείνοντες ἐπὶ πολλοὺς σταδίους τὰ ὀρύγ- ματα, καὶ πλαγίας καὶ σκολιὰς διαδύσεις ποικίλως 10 μεταλλουργοῦντες, ἀνάγουσιν ἐκ βυθῶν τὴν τὸ κέρ- δος αὐτοῖς παρεχομένην βῶλον. μεγάλην δ᾿ ἔχει 37 παραλλαγὴν τὰ μέταλλα ταῦτα συγκρινόμενα τοῖς κατὰ τὴν Ἀττικήν. ἐκεῖνα μὲν γὰρ οἱ μεταλλεύοντες καὶ πρὸς ταῖς ἐργασίαις μεγάλας προϊέμενοι δαπάνας 15 ἃ μὲν ἤλπισαν ἐνίοτε λαβεῖν οὐκ ἔλαβον, ἃ δ᾿ εἶχον ἀπέβαλον, ὥστε δοκεῖν αὐτοὺς ὥσπερ αἰνίγματος τρόπον ἀτυχεῖν· οἱ δὲ κατὰ τὴν Σπανίαν μεταλ- 2 λουργοὶ ταῖς ἐλπίσι μεγάλους σωρεύουσι πλούτους ἐκ τούτων τῶν ἐργασιῶν. τῶν γὰρ πρώτων ἔργων 20 ἐπιτυγχανομένων διὰ τὴν τῆς γῆς εἰς τοῦτο τὸ γέ- νος ἀρετὴν ἀεὶ μᾶλλον εὑρίσκουσι λαμπροτέρας φλέβας, γεμούσας ἀργύρου τε καὶ χρυσοῦ· πᾶσα γὰρ ἡ σύνεγγυς γῆ διαπέπλεκται πολυμερῶς τοῖς 360 ἑλιγμοῖς τῶν ῥάβδων. ἐνίοτε δὲ καὶ κατὰ βάθους 3 25 ἐμπίπτουσι ποταμοῖς ῥέουσιν ὑπὸ τὴν γῆν, ὧν τῆς βίας περιγίνονται διακόπτοντες τὰς ῥύσεις αὐτῶν
5 βάθος F 7 εἰς β.] ἐπὶ τὸ β. II 9 πλαγίους II σκολιοὺς D 14 πρὸς om. A 17 Ἱσπανίαν II 18 ταῖς ἐλπίσι del. Bek., ἀκολούθως add. Wurm; οὐ ταῖς ἐλπίσιν, ἀλλὰ τῷ ἔργῳ Reiske 24 βάθος D