Textus Originalis

54 DIODORI SICULI

τὰς ἐμπιπτούσας τοῖς ὀρύγμασι πλαγίοις. ταῖς γὰρ ἀδιαψεύστοις τοῦ κέρδους προσδοκίαις πιεζόμενοι πρὸς τὸ τέλος ἄγουσι τὰς ἰδίας ἐπιβολάς, καὶ τὸ πάντων παραδοξότατον, ἀπαρύτουσι τὰς ῥύσεις τῶν ὑδάτων τοῖς Αἰγυπτιακοῖς λεγομένοις κοχλίαις, οὓς 5 Ἀρχιμήδης ὁ Συρακόσιος εὗρεν, ὅτε παρέβαλεν εἰς Αἴγυπτον· διὰ δὲ τούτων συνεχῶς ἐκ διαδοχῆς παραδιδόντες μέχρι τοῦ στομίου, τὸν τῶν μετάλλων τόπον ἀναξηραίνουσι καὶ κατασκευάζουσιν εὔθετον 4 πρὸς τὴν τῆς ἐργασίας πραγματείαν. φιλοτέχνου 10 δ᾿ ὄντος τοῦ ὀργάνου καθ᾿ ὑπερβολήν, διὰ τῆς τυ- χούσης ἐργασίας ἄπλατον ὕδωρ ἀναρριπτεῖται παρα- δόξως, καὶ πᾶν τὸ ποτάμιον ῥεῦμα ῥᾳδίως ἐκ βυ- θοῦ πρὸς τὴν ἐπιφάνειαν ἐκχεῖται. θαυμάσαι δ᾿ ἄν τις εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον 15 ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι, διαβεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλι- 38 κίαν ἔλθωμεν ἀκριβῶς διέξιμεν. οἱ δ᾿ οὖν ταῖς ἐργασίαις τῶν μετάλλων ἐνδιατρίβοντες τοῖς μὲν 20 κυρίοις ἀπίστους τοῖς πλήθεσι προσόδους περι- ποιοῦσιν, αὐτοὶ δὲ κατὰ γῆς ἐν τοῖς ὀρύγμασι καὶ καθ᾿ ἡμέραν καὶ νύκτα καταξαινόμενοι τὰ σώματα, πολλοὶ μὲν ἀποθνήσκουσι διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθείας· ἄνεσις γὰρ ἢ παῦλα τῶν ἔργων οὐκ 25 ἔστιν αὐτοῖς, ἀλλὰ [ταῖς] τῶν ἐπιστατῶν πληγαῖς

4 ἀπαρύτουσι D, ἀπορύττουσι γὰρ v. (c. 32, 7) 9 εὔ- θετον] ἔντεχνον II 10 πρὸς τὴν τῆς] τὴν πρὸς τὰς D(C) 18 τὰ om. DF 20 διατρίβοντες D 22 οὗτοι D 23 καθ᾿] μεθ᾿ Dind. 26 ταῖς delevi