Textus Originalis

V 37. 38. 55

ἀναγκαζόντων ὑπομένειν τὴν δεινότητα τῶν κακῶν ἀτυχῶς προΐενται τὸ ζῆν, τινὲς δὲ ταῖς δυνάμεσι τῶν σωμάτων καὶ ταῖς τῶν ψυχῶν καρτερίαις ὑπο- μένοντες πολυχρόνιον ἔχουσι τὴν ταλαιπωρίαν· αἱ- 5 ρετώτερος γὰρ αὐτοῖς ὁ θάνατός ἐστι τοῦ ζῆν διὰ τὸ μέγεθος τῆς ταλαιπωρίας. πολλῶν δ᾿ ὄντων 2 περὶ τὰς προειρημένας μεταλλείας παραδόξων, οὐχ ἥκιστ᾿ ἄν τις θαυμάσειε διότι τῶν μεταλλουργείων οὐδὲν πρόσφατον ἔχει τὴν ἀρχήν, πάντα δ᾿ ὑπὸ 10 τῆς Καρχηδονίων φιλαργυρίας ἀνεῴχθη καθ᾿ ὃν καιρὸν καὶ τῆς Ἰβηρίας ἐπεκράτουν. ἐκ τούτων γὰρ ἔσχον τὴν ἐπὶ πλέον αὔξησιν, μισθούμενοι τοὺς κρατίστους στρατιώτας καὶ διὰ τούτων πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμήσαντες. καθόλου γὰρ 3 15 ἀεὶ Καρχηδόνιοι διεπολέμουν οὔτε πολιτικοῖς στρα- τιώταις οὔτε τοῖς ἀπὸ τῶν συμμάχων ἀθροιζομένοις πεποιθότες, ἀλλὰ καὶ ῾Ρωμαίους καὶ Σικελιώτας καὶ τοὺς κατὰ τὴν Λιβύην οἰκοῦντας εἰς [τοὺς] μεγίστους 361 ἦγον κινδύνους καταπλουτομαχοῦντες ἅπαντας διὰ 20 τὴν ἐκ τῶν μετάλλων γινομένην εὐπορίαν. δεινοὶ γάρ, ὡς ἔοικεν, ὑπῆρξαν οἱ Φοίνικες ἐκ παλαιῶν χρόνων εἰς τὸ κέρδος εὑρεῖν, οἱ δ᾿ ἀπὸ τῆς Ἰταλίας εἰς τὸ μηδὲν μηδενὶ τῶν ἄλλων καταλιπεῖν. Γίνεται δὲ καὶ καττίτερος ἐν πολλοῖς τόποις τῆς 4 25 Ἰβηρίας, οὐκ ἐξ ἐπιπολῆς εὑρισκόμενος, ὡς ἐν ταῖς ἱστορίαις τινὲς τεθρυλήκασιν, ἀλλ᾿ ὀρυττόμενος καὶ

4 πολυχρόνιον Dind., πολὺν χρόνον cod. 5 ὁ om. D 7 εἰρημένας II 11 καὶ om. v. 18 οἰκοῦντας — c. 39, 8 σχεδιῶν om. F τοὺς om. D 23 μηδὲν add. Reiske 24 κασσιτερ. cod. 26 καὶ χωνευόμενος om. CEG (cf. Strab. p. 147)