Textus Originalis

56 DIODORI SICULI

χωνευόμενος ὁμοίως ἀργύρῳ τε καὶ χρυσῷ. ὑπεράνω γὰρ τῆς τῶν Λυσιτανῶν χώρας ἔστι μέταλλα πολλὰ τοῦ καττιτέρου, κατὰ τὰς προκειμένας τῆς Ἰβηρίας ἐν τῷ ὠκεανῷ νησίδας τὰς ἀπὸ τοῦ συμβεβηκότος 5 Κασσιτερίδας ὠνομασμένας. πολὺς δὲ καὶ ἐκ τῆς 5 Πρεττανικῆς νήσου διακομίζεται πρὸς τὴν κατ᾿ ἀν- τικρὺ κειμένην Γαλατίαν, καὶ διὰ τῆς μεσογείου Κελτικῆς ἐφ᾿ ἵππων ὑπὸ τῶν ἐμπόρων ἄγεται· παρά τε τοὺς Μασσαλιώτας καὶ εἰς τὴν ὀνομαζομένην πόλιν Ναρβῶνα· αὕτη δ᾿ ἐστὶν ἄποικος μὲν ῾Ρω- 10 μαίων, διὰ δὲ τὴν εὐκαιρίαν [καὶ τὴν εὐπορίαν] μέ- γιστον ἐμπόριον ἔχουσα τῶν ἐν ἐκείνοις τοῖς τόποις. 39 Ἡμεῖς δ᾿ ἐπεὶ τὰ κατὰ τοὺς Γαλάτας καὶ τοὺς Κελτίβηρας, ἔτι δ᾿ Ἴβηρας διήλθομεν, ἐπὶ τοὺς Λίγυας μεταβησόμεθα. οὗτοι γὰρ νέμονται μὲν 15 χώραν τραχεῖαν καὶ παντελῶς λυπράν, τοῖς δὲ πό- νοις καὶ ταῖς κατὰ τὴν λειτουργίαν συνεχέσι κα- κοπαθείαις ἐπίπονόν τινα βίον καὶ ἀτυχῆ ζῶσι. 2 καταδένδρου γὰρ τῆς χώρας οὔσης, οἱ μὲν αὐτῶν ὑλο- τομοῦσι δι᾿ ὅλης τῆς ἡμέρας σιδηροφοροῦντες ἐνερ- 20 γοὺς πελέκεις καὶ βαρεῖς, οἱ δὲ τὴν γῆν ἐργαζόμε- νοι τὸ πλέον πέτρας λατομοῦσι διὰ τὴν ὑπερβολὴν τῆς τραχύτητος· οὐδεμίαν γὰρ βῶλον τοῖς ἐργα- λείοις ἀνασπῶσιν ἄνευ λίθου. καὶ τοιαύτην ἔχον- τες ἐν τοῖς ἔργοις κακοπάθειαν τῇ συνεχείᾳ περι- 25 γίνονται τῆς φύσεως, καὶ πολλὰ μοχθήσαντες ὀλίγους

2 τῆς om. C 3 κασσιτερ. cod. 5 Κασσιτερίδας v. 6 Βρεττανικῆς v. 11 καὶ τὴν εὐπορίαν del. Wurm; τὴν om. D, ἐμπορειαν Dᵃ μεγίστην ἐμπορείαν D (cf. Strab. p. 181) 14 ἔτι δ᾿ Ἴβηρας ABDEN, om. cet. 15 μὲν om. v. 20 ἐνεργῶς D 25 συνεχείᾳ] συνηθείᾳ F (cf. XI 8, 2)