Textus Originalis

V 38. 39. 57

καρποὺς καὶ μόγις λαμβάνουσι. διὰ δὲ τὴν συν- έχειαν τῶν γυμνασιῶν καὶ τὸ τῆς τροφῆς ἐλλιπὲς τοῖς σώμασιν ὑπάρχουσιν ἰσχνοὶ καὶ εὔτονοι. πρὸς δὲ τὴν κακοπάθειαν ταύτην συνεργοὺς ἔχουσι τὰς 5 γυναῖκας, εἰθισμένας ἐπ᾿ ἴσης τοῖς ἀνδράσιν ἐργά- ζεσθαι. κυνηγίας δὲ ποιοῦνται συνεχεῖς, ἐν αἷς 3 πολλὰ τῶν θηρίων χειρούμενοι τὴν ἐκ τῶν καρπῶν σπάνιν διορθοῦνται. διόπερ ἐμβιοῦντες ὄρεσι χιο- νοβολουμένοις καὶ τραχύτητας ἀπίστους ὀρειβατεῖν 10 εἰωθότες, εὔτονοι καὶ μυώδεις γίνονται τοῖς σώμα- σιν. ἔνιοι δὲ διὰ τὴν παρ᾿ αὐτοῖς σπανοκαρπίαν 4 πίνουσι μὲν ὕδωρ, σαρκοφαγοῦσι δὲ τὰς τῶν ἡμέ- ρων τε καὶ ἀγρίων ζῴων σάρκας καὶ τῶν ἀπὸ τῆς χώρας λαχάνων ἐμπίμπλανται, τὴν χώραν ἔχοντες 362 ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι 15 καὶ Διονύσῳ. νυκτερεύουσι δ᾿ ἐπὶ τῆς χώρας σπα- 5 νίως μὲν ἔν τισιν εὐτελέσιν ἐπαύλεσιν ἢ καλιαῖς, τὰ δὲ πολλὰ ἐν ταῖς κοίλαις πέτραις καὶ σπηλαίοις αὐτοφυέσι καὶ δυναμένοις σκέπην ἱκανὴν παρέχε- 20 σθαι. ἀκολούθως δὲ τούτοις καὶ τἄλλα ποιοῦσι, 6 διαφυλάττοντες τὸν ἀρχαῖον καὶ ἀκατάσκευον βίον. καθόλου δ᾿ ἐν τοῖς τόποις αἱ μὲν γυναῖκες ἀνδρῶν, οἱ δ᾿ ἄνδρες θηρίων ἔχουσιν εὐτονίαν καὶ ἀλκήν. πολλάκις γοῦν φασιν ἐν ταῖς στρατείαις τὸν μέγι- 25 στον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι. ὁπλισμὸν 7 δ᾿ ἔχουσιν οἱ Λίγυες ἐλαφρότερον τῶν ῾Ρωμαίων τῇ κατασκευῇ· σκεπάζει γὰρ αὐτοὺς παραμήκης θυ-

5 ἀνδράσιν] ἀνδρί D 9 ὀριβατεῖν D 11 στενοκαρ- πίαν D 18 καὶ] καὶ τοῖς v. 22 τόποις] πόνοις Madvig