Textus Originalis

58 DIODORI SICULI

ρεὸς εἰς τὸν Γαλατικὸν ῥυθμὸν δεδημιουργημένος καὶ χιτὼν συνειλημμένος ζωστῆρι, καὶ περιτίθενται θηρίων δορὰς καὶ ξίφος σύμμετρον· τινὲς δ᾿ αὐτῶν διὰ τὴν ἐπιμιξίαν τῆς ῾Ρωμαίων πολιτείας μετεσχη- μάτισαν τὸν ὁπλισμόν, ἐξομοιοῦντες ἑαυτοὺς τοῖς 5 8 ἡγουμένοις. θρασεῖς δ᾿ εἰσὶ καὶ γενναῖοι οὐ μόνον εἰς πόλεμον, ἀλλὰ καὶ πρὸς τὰς ἐν τῷ βίῳ περι- στάσεις τὰς ἐχούσας δεινότητας. ἐμπορευόμενοι γὰρ πλέουσι τὸ Σαρδόνιον καὶ τὸ Λιβυκὸν πέλαγος, ἑτοίμως ἑαυτοὺς ῥιπτοῦντες εἰς ἀβοηθήτους κινδύ- 10 νους· σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελε- στέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις ὑπομένουσι τὰς ἐκ τῶν χειμώνων φοβερωτάτας περιστάσεις καταπληκτικῶς. 40 Λείπεται δ᾿ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν. 15 οὗτοι γὰρ τὸ μὲν παλαιὸν ἀνδρείᾳ διενεγκόντες χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεις ἀξιολόγους καὶ πολλὰς ἔκτισαν. ὁμοίως δὲ καὶ ναυτικαῖς δυ- νάμεσιν ἰσχύσαντες καὶ πολλοὺς χρόνους θαλαττο- κρατήσαντες τὸ μὲν παρὰ τὴν Ἰταλίαν πέλαγος ἀφ᾿ 20 ἑαυτῶν ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὰ δὲ κατὰ τὰς πεζὰς δυνάμεις ἐκπονήσαντες τήν τε σάλπιγγα λεγομένην ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰς τοὺς πολέμους, ἀπ᾿ ἐκείνων δ᾿ ὀνομασθεῖσαν Τυρ- ρηνήν, τό τε περὶ τοὺς ἡγουμένους στρατηγοὺς 25 ἀξίωμα κατεσκεύασαν, περιθέντες τοῖς ἡγουμένοις

2 περιτίθεται D 5 αὐτοὺς D 9 Σαρδῶον II 10 ἑτοίμους D 13 κατεσκευασμένοι Schäfer 15 τυρηνῶν D 16 τὸ μὲν] περὶ τὸ D 21 τὰ] τὸ CD 23 λεγομένην del. Wess. 25 στρατηγοὺς f. del.