Textus Originalis

V 39. 40. 59

ῥαβδούχους καὶ δίφρον ἐλεφάντινον καὶ περιπόρ- φυρον τήβενναν, ἔν τε ταῖς οἰκίαις τὰ περίστῳα πρὸς τὰς τῶν θεραπευόντων ὄχλων ταραχὰς ἐξεῦ- ρον εὐχρηστίαν· ὧν τὰ πλεῖστα ῾Ρωμαῖοι μιμησάμε- 5 νοι καὶ πρὸς τὸ κάλλιον αὐξήσαντες μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν. γράμματα δὲ καὶ φυσιο- 2 λογίαν καὶ θεολογίαν ἐξεπόνησαν ἐπὶ πλέον, καὶ τὰ περὶ τὴν κεραυνοσκοπίαν μάλιστα πάντων ἀν- 363 θρώπων ἐξειργάσαντο· διὸ καὶ μέχρι τῶν νῦν χρό- 10 νων οἱ τῆς οἰκουμένης σχεδὸν ὅλης ἡγούμενοι θαυμάζουσί τε τοὺς ἄνδρας καὶ κατὰ τὰς ἐν τοῖς κεραυνοῖς διοσημείας τούτοις ἐξηγηταῖς χρῶνται. χώραν δὲ νεμόμενοι πάμφορον, καὶ ταύτην ἐξεργα- 3 ζόμενοι, καρπῶν ἀφθονίαν ἔχουσιν οὐ μόνον πρὸς 15 τὴν ἀρκοῦσαν διατροφήν, ἀλλὰ καὶ πρὸς ἀπόλαυ- σιν δαψιλῆ καὶ τρυφὴν ἀνήκουσαν. παρατίθενται γὰρ δὶς τῆς ἡμέρας τραπέζας πολυτελεῖς καὶ τἄλλα τὰ πρὸς τὴν ὑπερβάλλουσαν τρυφὴν οἰκεῖα, στρω- μνὰς μὲν ἀνθεινὰς κατασκευάζοντες, ἐκπωμάτων δ᾿ 20 ἀργυρῶν παντοδαπῶν πλῆθος καὶ τῶν διακονούν- των οἰκετῶν οὐκ ὀλίγον ἀριθμὸν ἡτοιμακότες· καὶ τούτων οἱ μὲν εὐπρεπείᾳ διαφέροντές εἰσιν, οἱ δ᾿ ἐσθῆσι πολυτελεστέραις ἢ κατὰ δουλικὴν ἀξίαν κε- κόσμηνται. οἰκήσεις τε παντοδαπὰς ἰδιαζούσας ἔχουσι 4 25 παρ᾿ αὐτοῖς οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ πλείους. καθόλου δὲ τὴν μὲν ἐκ πα-

2 τιβένναν D, τὴν βένναν C περίστοα v. 4 εὔχρηστα aut εὐχρηστίαν παρέχοντα Steph. 5 κάλλιστον CFG 6 πολυτέλειαν D 15 ἀρκοῦσαν πρὸς τὴν Dind. (cf. II 4, 5. 59, 1) 19 μὲν] δ᾿ D 24 οἰκήσεις] ἀνέσεις Wurm 25 μόνον οἳ] μόνοι D θεράποντες] οἱ ἄρχοντες conicio