Textus Originalis
60 DIODORI SICULI
λαιῶν χρόνων παρ᾿ αὐτοῖς ζηλουμένην ἀλκὴν ἀπο- βεβλήκασιν, ἐν πότοις δὲ καὶ ῥᾳθυμίαις ἀνάνδροις βιοῦντες οὐκ ἀλόγως τὴν τῶν πατέρων δόξαν ἐν 5 τοῖς πολέμοις ἀποβεβλήκασι. συνεβάλετο δ᾿ αὐτοῖς πρὸς τὴν τρυφὴν οὐκ ἐλάχιστον καὶ ἡ τῆς χώρας 5 ἀρετή· πάμφορον γὰρ καὶ παντελῶς εὔγειον νεμό- μενοι παντὸς καρποῦ πλῆθος ἀποθησαυρίζουσιν. καθόλου γὰρ ἡ Τυρρηνία παντελῶς εὔγειος οὖσα πεδίοις ἀναπεπταμένοις ἐγκάθηται καὶ βουνοειδέσιν ἀναστήμασι τόπων διείληπται γεωργησίμοις· ὑγρὰ 10 δὲ μετρίως ἐστὶν οὐ μόνον κατὰ τὴν χειμερινὴν ὥραν, ἀλλὰ καὶ κατὰ τὸν τοῦ θέρους καιρόν. 41 Ἐπεὶ δὲ περὶ τῆς πρὸς ἑσπέραν κεκλιμένης χώ- ρας καὶ τῆς πρὸς τὰς ἄρκτους νενευκυίας, ἔτι δὲ τῶν κατὰ τὸν ὠκεανὸν νήσων διεξήλθομεν, ἐν μέ- 15 ρει διέξιμεν περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων τῶν ἐν ὠκεανῷ τῆς Ἀραβίας τῆς πρὸς ἀνατολὴν κεκλιμένης καὶ προσοριζούσης τῇ καλουμένῃ Κεδρω- 2 σίᾳ. ἡ μὲν γὰρ χώρα πολλαῖς κώμαις καὶ πόλεσιν ἀξιολόγοις κατοικεῖται, καὶ τούτων αἱ μὲν ἐπὶ χωμά- 20 των ἀξιολόγων κεῖνται, αἱ δ᾿ ἐπὶ γεωλόφων ἢ πε- δίων καθίδρυνται· ἔχουσι δ᾿ αὐτῶν αἱ μέγισται βασίλεια κατεσκευασμένα πολυτελῶς, πλῆθος οἰκη- 3 τόρων ἔχοντα καὶ κτήσεις ἱκανάς. πᾶσα δ᾿ αὐτῶν ἡ χώρα γέμει θρεμμάτων παντοδαπῶν, καρποφοροῦσα 25 καὶ νομὰς ἀφθόνους παρεχομένη τοῖς βοσκήμασι· ποταμοί τε πολλοὶ διαρρέοντες ἐν αὐτῇ πολλὴν ἄρ-
2 ἐν πότοις — ἀποβεβλήκασι om. FM δὲ om. v. 4 πολεμίοις D συνεβάλλετο v. 6 νεμόμενοι] χώραν add. CFG 10 τόπων] λόφων Dind. 19 γὰρ om. D 21 ἢ om. C