Textus Originalis

V 3. 4.

χώραν, τὴν μὲν Ἀθηνᾶν ἐν τοῖς περὶ τὸν Ἱμέραν μέρεσιν, ἐν οἷς τὰς μὲν Νύμφας χαριζομένας Ἀθηνᾷ τὰς τῶν θερμῶν ὑδάτων ἀνεῖναι πηγὰς κατὰ τὴν Ἡρακλέους παρουσίαν, τοὺς δ᾿ ἐγχωρίους πόλιν 5 αὐτῇ καθιερώσαι καὶ χώραν τὴν ὀνομαζομένην μέ- χρι τοῦ νῦν Ἀθήναιον· τὴν δ᾿ Ἄρτεμιν τὴν ἐν ταῖς 5 Συρακούσαις νῆσον λαβεῖν παρὰ τῶν θεῶν τὴν ἀπ᾿ ἐκείνης Ὀρτυγίαν ὑπό τε τῶν χρησμῶν καὶ τῶν ἀν- θρώπων ὀνομασθεῖσαν. ὁμοίως δὲ καὶ κατὰ τὴν 10 νῆσον ταύτην ἀνεῖναι τὰς Νύμφας ταύτας χαριζο- μένας τῇ Ἀρτέμιδι μεγίστην πηγὴν τὴν ὀνομαζομέ- νην Ἀρέθουσαν. ταύτην δ᾿ οὐ μόνον κατὰ τοὺς 6 ἀρχαίους χρόνους ἔχειν μεγάλους καὶ πολλοὺς ἰχθῦς, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν διαμένειν συμ- 15 βαίνει τούτους, ἱεροὺς ὄντας καὶ ἀθίκτους ἀνθρώ- ποις· ἐξ ὧν πολλάκις τινῶν κατὰ τὰς πολεμικὰς περιστάσεις φαγόντων, παραδόξως ἐπεσήμηνε τὸ θεῖον καὶ μεγάλαις συμφοραῖς περιέβαλε τοὺς τολ- μήσαντας προσενέγκασθαι· περὶ ὧν ἀκριβῶς ἀνα- 333 γράψομεν ἐν τοῖς οἰκείοις χρόνοις. ὁμοίως δὲ ταῖς 4 προειρημέναις δυσὶ θεαῖς καὶ τὴν Κόρην λαχεῖν τοὺς περὶ τὴν Ἔνναν λειμῶνας· πηγὴν δὲ μεγάλην αὐτῇ καθιερωθῆναι ἐν τῇ Συρακοσίᾳ τὴν ὀνομαζο- μένην Κυάνην. τὸν γὰρ Πλούτωνα μυθολογοῦσι 2 25 τὴν ἁρπαγὴν ποιησάμενον ἀποκομίσαι τὴν Κόρην ἐφ᾿ ἅρματος πλησίον τῶν Συρακουσῶν, καὶ τὴν γῆν ἀναρρήξαντα αὐτὸν μὲν μετὰ τῆς ἁρπαγείσης δῦναι

1 τὸν] τὴν CFG 7 συρακοσίαις D 13 ἰχθύας D 14 συμβαίνει διαμένειν v. 17 ἐπεσήμαινε D 24 Κυανήν libri 26 ἅρμασι D 27 τῆς ἁρπαγῆς εἰσδῦναι D