Textus Originalis
V 40. 41. 61
δεύουσι χώραν, συνεργοῦντες πρὸς τελείαν αὔξησιν τῶν καρπῶν. διὸ καὶ τῆς Ἀραβίας ἡ πρωτεύουσα 364 τῇ ἀρετῇ προσηγορίαν ἔλαβεν οἰκείαν, εὐδαίμων ὀνομασθεῖσα. ταύτης δὲ κατὰ τὰς ἐσχατιὰς τῆς 4 5 παρωκεανίτιδος χώρας κατ᾿ ἀντικρὺ νῆσοι κεῖνται πλείους, ὧν τρεῖς εἰσιν ἄξιαι τῆς ἱστορικῆς ἀνα- γραφῆς, μία μὲν ἡ προσαγορευομένη Ἱερά, καθ᾿ ἣν οὐκ ἔξεστι τοὺς τετελευτηκότας θάπτειν, ἑτέρα δὲ πλησίον ταύτης, ἀπέχουσα σταδίους ἑπτά, εἰς 10 ἣν κομίζουσι τὰ σώματα τῶν ἀποθανόντων ταφῆς ἀξιοῦντες. ἡ δ᾿ οὖν Ἱερὰ τῶν μὲν ἄλλων καρπῶν ἄμοιρός ἐστι, φέρει δὲ λιβανωτοῦ τοσοῦτο πλῆθος, ὥστε διαρκεῖν καθ᾿ ὅλην τὴν οἰκουμένην πρὸς τὰς τῶν θεῶν τιμάς· ἔχει δὲ καὶ σμύρνης πλῆθος διά- 15 φορον καὶ τῶν ἄλλων θυμιαμάτων παντοδαπὰς φύ- σεις, παρεχομένας πολλὴν εὐωδίαν. ἡ δὲ φύσις 5 ἐστὶ τοῦ λιβανωτοῦ καὶ ἡ κατασκευὴ τοιάδε· δέν- δρον ἐστὶ τῷ μὲν μεγέθει μικρόν, τῇ δὲ προσόψει τῇ ἀκάνθῃ τῇ Αἰγυπτίᾳ τῇ λευκῇ παρεμφερές, τὰ 20 δὲ φύλλα τοῦ δένδρου ὅμοια τῇ ὀνομαζομένῃ ἰτέᾳ, καὶ τὸ ἄνθος ἐπ᾿ αὐτῷ φύεται χρυσοειδές, ὁ δὲ λιβανωτὸς γινόμενος ἐξ αὐτοῦ ὀπίζεται ὡς ἂν δά- κρυον. τὸ δὲ τῆς σμύρνης δένδρον ὅμοιόν ἐστι 6 τῇ σχίνῳ, τὸ δὲ φύλλον ἔχει λεπτότερον καὶ πυ- 25 κνότερον. ὀπίζεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν, καὶ ὅσα μὲν αὐτῶν ἐν ἀγαθῇ γῇ πέφυ- κεν, ἐκ τούτων γίνεται δὶς τοῦ ἐνιαυτοῦ, ἔαρος καὶ θέρους· καὶ ὁ μὲν πυρρὸς ἐαρινὸς ὑπάρχει διὰ
1 συντελοῦντες II 9 ἑπτὰ AD, ὡς ἑπτὰ cet. 13 τὴν om. D