Textus Originalis
62 DIODORI SICULI
τὰς δρόσους, ὁ δὲ λευκὸς θερινός ἐστι. τοῦ δὲ παλιούρου συλλέγουσι τὸν καρπόν, καὶ χρῶνται βρωτοῖς καὶ ποτοῖς καὶ πρὸς τὰς κοιλίας τὰς ῥεού- 42 σας φαρμάκῳ. διῄρηται δὲ τοῖς ἐγχωρίοις ἡ χώρα, καὶ ταύτης ὁ βασιλεὺς λαμβάνει τὴν κρατίστην, καὶ 5 τῶν καρπῶν τῶν γινομένων ἐν τῇ νήσῳ δεκάτην λαμβάνει. τὸ δὲ πλάτος τῆς νήσου φασὶν εἶναι 2 σταδίων ὡς διακοσίων. κατοικοῦσι δὲ τὴν νῆσον οἱ καλούμενοι Παγχαῖοι, καὶ τόν τε λιβανωτὸν καὶ τὴν σμύρναν κομίζουσιν εἰς τὸ πέραν καὶ πωλοῦσι 10 τοῖς τῶν Ἀράβων ἐμπόροις, παρ᾿ ὧν ἄλλοι τὰ [τοι- αῦτα] φορτία ὠνούμενοι διακομίζουσιν εἰς τὴν Φοι- νίκην καὶ Κοίλην Συρίαν, ἔτι δ᾿ Αἴγυπτον, τὸ δὲ τελευταῖον ἐκ τούτων τῶν τόπων ἔμποροι διακομί- 3 ζουσιν εἰς πᾶσαν τὴν οἰκουμένην. ἔστι δὲ καὶ ἄλλη 15 νῆσος μεγάλη, τῆς προειρημένης ἀπέχουσα σταδίους τριάκοντα, εἰς τὸ πρὸς ἕω μέρος τοῦ ὠκεανοῦ κει- μένη, τῷ μήκει πολλῶν τινων σταδίων· ἀπὸ γὰρ τοῦ πρὸς ἀνατολὰς ἀνήκοντος ἀκρωτηρίου φασὶ θεω- ρεῖσθαι τὴν Ἰνδικὴν ἀέριον διὰ τὸ μέγεθος τοῦ 365 20 4 διαστήματος. ἔχει δ᾿ ἡ Παγχαία κατ᾿ αὐτὴν πολλὰ τῆς ἱστορικῆς ἀναγραφῆς ἄξια. κατοικοῦσι δ᾿ αὐ- τὴν αὐτόχθονες μὲν οἱ Παγχαῖοι λεγόμενοι, ἐπή- λυδες δ᾿ Ὠκεανῖται καὶ Ἰνδοὶ καὶ Σκύθαι καὶ Κρῆ- 5 τες. πόλις δ᾿ ἔστιν ἀξιόλογος ἐν αὐτῇ, προσαγο- 25 ρευομένη μὲν Πανάρα, εὐδαιμονίᾳ δὲ διαφέρουσα. οἱ δὲ ταύτην οἰκοῦντες καλοῦνται μὲν ἱκέται τοῦ Διὸς τοῦ Τριφυλίου, μόνοι δ᾿ εἰσὶ τῶν τὴν Παγ-
1 θερινός] χειμερινὸς CFG 11 τοιαῦτα om. D 21 καθ’ αὑτὴν FG, om. C 28 τριφυλλίου D