Textus Originalis

V 62. 63. 64. 89

σιν τῆς Ἡμιθέας, ὥστε μὴ μόνον παρὰ τοῖς ἐγχω- ρίοις καὶ τοῖς περιοίκοις τιμᾶσθαι διαφερόντως, ἀλλὰ καὶ τοὺς μακρὰν οἰκοῦντας εἰς αὐτὸ φιλοτί- μως φοιτᾶν, καὶ θυσίαις τε μεγαλοπρεπέσι καὶ ἀνα- θήμασιν ἀξιολόγοις τιμᾶν, τὸ δὲ μέγιστον, Πέρσας 5 ἡγουμένους τῆς Ἀσίας καὶ πάντα τὰ τῶν Ἑλλήνων ἱερὰ συλῶντας μόνου τοῦ τῆς Ἡμιθέας τεμένους ἀποσχέσθαι, τούς τε λῃστὰς τοὺς πάντα διαρπάζον- τας μόνον τοῦτο ἀφεῖναι παντελῶς ἄσυλον, καίπερ ἀτείχιστον ὑπάρχον καὶ ἀκίνδυνον ἔχον τὴν ἁρπα- 10 γήν. αἰτίαν δὲ τῆς ἐπὶ πλέον αὐξήσεως φέρουσι 2 τὴν κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν· τοῖς τε γὰρ 381 κάμνουσι κατὰ τοὺς ὕπνους ἐφισταμένην φανερῶς διδόναι τὴν θεραπείαν καὶ πολλοὺς τοῖς ἀπεγνω- σμένοις πάθεσι συνεχομένους [περιτυχόντας] ὑγια- 15 σθῆναι· πρὸς δὲ τούτοις [τὸ περὶ] τὰς δυστοκούσας τῶν γυναικῶν τῆς ἐν ταῖς ὠδῖσι ταλαιπωρίας καὶ κινδύνων ἀπαλλάττειν τὴν θεόν. διὸ καὶ πολλῶν 3 ἐκ παλαιῶν χρόνων σεσωσμένων πεπλήρωται τὸ τέ- μενος ἀναθημάτων, καὶ ταῦτα οὔθ᾿ ὑπὸ φυλάκων 20 οὔθ᾿ ὑπὸ τείχους ὀχυροῦ φυλαττόμενα, ἀλλ᾿ ὑπὸ τῆς συνήθους δεισιδαιμονίας. Περὶ μὲν οὖν ῾Ρόδου καὶ Χερρονήσου ἀρκεσθησό- 64 μεθα τοῖς ῥηθεῖσι, περὶ δὲ Κρήτης νῦν διέξιμεν. οἱ μὲν γὰρ τὴν Κρήτην κατοικοῦντές φασιν ἀρχαιοτά- 25 τους γενέσθαι παρ᾿ αὐτοῖς τοὺς ὀνομαζομένους Ἐτεό- κρητας αὐτόχθονας, ὧν τὸν μὲν βασιλέα Κρῆτα καλού-

15 περιτυχόντας delevi, συνεχομένους om. CF 16 τὸ περὶ del. Dind. 24 δὲ AD, δὲ τῆς cet. 26 παρ᾿ αὐτοῖς om. CF 27 μὲν om. CF