Textus Originalis
8 DIODORI SICULI
καθ᾿ ᾅδου, πηγὴν δ᾿ ἀνεῖναι τὴν ὀνομαζομένην Κυάνην, πρὸς ᾗ κατ᾿ ἐνιαυτὸν οἱ Συρακόσιοι πα- νήγυριν ἐπιφανῆ συντελοῦσι, καὶ θύουσιν οἱ μὲν ἰδιῶται τὰ ἐλάττω τῶν ἱερείων, δημοσίᾳ δὲ ταύ- ρους βυθίζουσιν ἐν τῇ λίμνῃ, ταύτην τὴν θυσίαν 5 καταδείξαντος Ἡρακλέους καθ᾿ ὃν καιρὸν τὰς Γη- ρυόνου βοῦς ἐλαύνων περιῆλθε πᾶσαν [τὴν] Σικε- 3 λίαν. μετὰ δὲ τὴν τῆς Κόρης ἁρπαγὴν μυθολο- γοῦσι τὴν Δήμητραν μὴ δυναμένην ἀνευρεῖν τὴν θυγατέρα λαμπάδας ἐκ τῶν κατὰ τὴν Αἴτνην κρατή- 10 ρων ἀναψαμένην ἐπελθεῖν ἐπὶ πολλὰ μέρη τῆς οἰ- κουμένης, τῶν δ᾿ ἀνθρώπων τοὺς μάλιστ᾿ αὐτὴν προσδεξαμένους εὐεργετῆσαι τὸν τῶν πυρῶν καρ- 4 πὸν ἀντιδωρησαμένην. φιλανθρωπότατα δὲ τῶν Ἀθηναίων ὑποδεξαμένων τὴν θεόν, πρώτοις τού- 15 τοις μετὰ τοὺς Σικελιώτας δωρήσασθαι τὸν τῶν πυρῶν καρπόν· ἀνθ᾿ ὧν ὁ δῆμος οὗτος περιττότε- ρον τῶν ἄλλων ἐτίμησαν τὴν θεὸν θυσίαις τ᾿ ἐπι- φανεστάταις καὶ τοῖς ἐν Ἐλευσῖνι μυστηρίοις, ἃ διὰ τὴν ὑπερβολὴν τῆς ἀρχαιότητος καὶ ἁγνείας ἐγένετο 20 πᾶσιν ἀνθρώποις περιβόητα. παρὰ δὲ τῶν Ἀθη- ναίων πολλοὶ μεταλαβόντες τῆς ἐκ τοῦ σίτου φι- λανθρωπίας, καὶ τοῖς πλησιοχώροις μεταδιδόντες τοῦ σπέρματος, ἐπλήρωσαν πᾶσαν τὴν οἰκουμένην. 5 οἱ δὲ κατὰ τὴν Σικελίαν, διὰ τὴν τῆς Δήμητρος 25 καὶ Κόρης πρὸς αὐτοὺς οἰκειότητα πρῶτοι τῆς εὑρέ- σεως τοῦ σίτου μεταλαβόντες, ἑκατέρᾳ τῶν θεῶν
2 Κυανήν libri 7 τὴν A, om. cet. 9 εὑρεῖν II 12 μάλιστα αὐτὴν D, μάλιστα ταύτην v. 13 πυρίνων D 18 ἐτίμησε II 19 ἃ om. D 20 ἐγένοντο II