Textus Originalis
90 DIODORI SICULI
μενον πλεῖστα καὶ μέγιστα κατὰ τὴν νῆσον εὑρεῖν τὰ δυνάμενα τὸν κοινὸν τῶν ἀνθρώπων βίον ὠφε- 2 λῆσαι. καὶ τῶν θεῶν δὲ τοὺς πλείστους μυθολο- γοῦσι παρ᾿ ἑαυτοῖς γενέσθαι τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας τυχόντας ἀθανάτων τιμῶν· περὶ ὧν ἡμεῖς 5 ἐν κεφαλαίοις τὰ παραδεδομένα διέξιμεν ἀκολούθως τοῖς ἐνδοξοτάτοις τῶν τὰς Κρητικὰς πράξεις συν- 3 ταξαμένων. πρῶτοι τοίνυν τῶν εἰς μνήμην παρα- δεδομένων ᾤκησαν τῆς Κρήτης περὶ τὴν Ἴδην οἱ προσαγορευθέντες Ἰδαῖοι Δάκτυλοι. τούτους δ᾿ οἱ 10 μὲν ἑκατὸν τὸν ἀριθμὸν γεγονέναι παραδεδώκασιν, οἱ δὲ δέκα φασὶν ὑπάρχοντας τυχεῖν ταύτης τῆς προσηγορίας, τοῖς ἐν ταῖς χερσὶ δακτύλοις ὄντας 4 ἰσαρίθμους. ἔνιοι δ᾿ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφο- ρος, τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ 15 τὴν Ἴδην τὴν ἐν Φρυγίᾳ, διαβῆναι δὲ μετὰ Μυγδό- νος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπι- τηδεῦσαι τάς τε ἐπῳδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθρᾴκην διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους καθ᾿ ὃν δὴ χρό- 20 νον καὶ τὸν Ὀρφέα, φύσει διαφόρῳ κεχορηγημένον πρὸς ποίησιν καὶ μελῳδίαν, μαθητὴν γενέσθαι τού- των, καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τε- 5 λετὰς καὶ μυστήρια. οἱ δ᾿ οὖν κατὰ τὴν Κρήτην Ἰδαῖοι Δάκτυλοι παραδέδονται τήν τε τοῦ πυρὸς 25 χρῆσιν καὶ τὴν τοῦ χαλκοῦ καὶ σιδήρου φύσιν ἐξευ- ρεῖν τῆς Ἀπτεραίων χώρας περὶ τὸν καλούμενον Βερέκυνθον, καὶ τὴν ἐργασίαν δι᾿ ἧς κατασκευάζεται·
4 γενέσθαι] γεγονέναι v. 16 Μυγδώνος F, Μίνωος A; μετ᾿ ἀμύγδονος D 27 Ἀπτεραίων] ἀντὶ σαπτερέων D