Textus Originalis

V 64. 65. 91

382 δόξαντας δὲ μεγάλων ἀγαθῶν ἀρχηγοὺς γεγενῆσθαι 6 τῷ γένει τῶν ἀνθρώπων τιμῶν τυχεῖν ἀθανάτων. ἱστοροῦσι δ᾿ αὐτῶν ἕνα μὲν προσαγορευθῆναι Ἡρα- κλέα, δόξῃ δὲ διενεγκόντα θεῖναι τὸν ἀγῶνα τὸν τῶν Ὀλυμπίων· τοὺς δὲ μεταγενεστέρους ἀνθρώ- 5 πους διὰ τὴν ὁμωνυμίαν δοκεῖν τὸν ἐξ Ἀλκμήνης συστήσασθαι τὴν τῶν Ὀλυμπίων θέσιν. σημεῖα δὲ 7 τούτων φασὶ διαμένειν τὸ πολλὰς τῶν γυναικῶν ἔτι καὶ νῦν λαμβάνειν ἐπῳδὰς ἀπὸ τούτου τοῦ θεοῦ καὶ περιάμματα ποιεῖν, ὡς γεγονότος αὐτοῦ γόητος 10 καὶ τὰ περὶ τὰς τελετὰς ἐπιτετηδευκότος· ἃ δὴ πλεῖ- στον κεχωρίσθαι τῆς Ἡρακλέους συνηθείας τοῦ γε- γονότος ἐξ Ἀλκμήνης. Μετὰ δὲ τοὺς Ἰδαίους Δακτύλους ἱστοροῦσι γε- 65 νέσθαι Κούρητας ἐννέα. τούτους δ᾿ οἱ μὲν μυθο- 15 λογοῦσι γεγονέναι γηγενεῖς, οἱ δ᾿ ἀπογόνους τῶν Ἰδαίων Δακτύλων. κατοικεῖν δ᾿ αὐτοὺς τῶν ὀρῶν τοὺς συνδένδρους καὶ φαραγγώδεις τόπους καὶ τὸ σύνολον τοὺς ἔχοντας σκέπην καὶ ὑπόδυσιν φυσι- κήν, διὰ τὸ μήπω κατασκευὰς οἰκιῶν εὑρῆσθαι. 20 διενεγκόντας δ᾿ αὐτοὺς συνέσει πολλὰ τῶν κοινῇ 2 χρησίμων καταδεῖξαι· τάς τε γὰρ ποίμνας τῶν προ- βάτων τούτους ἀθροῖσαι πρώτους καὶ τὰ γένη τῶν ἄλλων βοσκημάτων ἐξημερῶσαι καὶ τὰ περὶ τὰς με- λιττουργίας καταδεῖξαι. ὁμοίως δὲ καὶ τὰ περὶ τὴν 3 25 τοξικὴν καὶ τὰς κυνηγίας εἰσηγήσασθαι, καὶ τῆς πρὸς ἀλλήλους κοινῆς ὁμιλίας καὶ συμβιώσεως, ἔτι δ᾿ ὁμονοίας καὶ τινος εὐταξίας ἀρχηγοὺς γενέσθαι.

7 θέσιν] θέαν Reiske 8 τὸ] τὸ παλαιὸν DG