Textus Originalis

92 DIODORI SICULI

4 εὑρεῖν δὲ καὶ ξίφη καὶ κράνη καὶ τὰς ἐνοπλίους ὀρχήσεις, δι᾿ ὧν ποιοῦντας μεγάλους ψόφους ἀπα- τᾶν τὸν Κρόνον. φασὶ δ᾿ αὐτοὺς τὸν Δία, λάθρᾳ τοῦ πατρὸς Κρόνου παραδούσης ῾Ρέας τῆς μητρός, ὑποδέξασθαι καὶ θρέψαι περὶ οὗ τὰ κατὰ μέρος 5 μέλλοντας ἡμᾶς δηλοῦν ἀναγκαῖον ἀναλαβεῖν μικρὸν ἀνωτέρω τὴν διήγησιν. 66 Μυθολογοῦσι γὰρ οἱ Κρῆτες γενέσθαι κατὰ τὴν τῶν Κουρήτων ἡλικίαν τοὺς καλουμένους Τιτᾶνας. τούτους δὲ τῆς Κνωσίας χώρας ἔχειν τὴν οἴκησιν, 10 ὅπουπερ ἔτι καὶ νῦν δείκνυται θεμέλια ῾Ρέας οἰκό- πεδα καὶ κυπαρίττων ἄλσος ἐκ παλαιοῦ χρόνου 2 ἀνειμένον. ὑπάρξαι δὲ τὸν ἀριθμὸν ἓξ μὲν ἄνδρας, πέντε δὲ γυναῖκας, ὡς μέν τινες μυθολογοῦσιν, Οὐρανοῦ καὶ Γῆς ὄντας, ὡς δέ τινές φασιν, ἔκ τινος 15 τῶν Κουρήτων καὶ μητρὸς Τιταίας, ἀφ᾿ ἧς αὐτοὺς 383 3 ταύτης τετευχέναι τῆς προσηγορίας. ἄρρενας μὲν οὖν γενέσθαι τόν τε Κρόνον καὶ Ὑπερίονα καὶ Κοῖον, ἔτι δὲ Ἰαπετὸν καὶ Κριὸν καὶ τὸ τελευταῖον Ὠκεανόν, ἀδελφὰς δὲ τούτων τήν τε ῾Ρέαν καὶ Θέ- 20 μιν καὶ Μνημοσύνην, ἔτι δὲ Φοίβην καὶ Τηθύν. ὧν ἕκαστόν τινων εὑρετὴν γενέσθαι τοῖς ἀνθρώ- ποις, καὶ διὰ τὴν εἰς ἅπαντας εὐεργεσίαν τυχεῖν 4 τιμῶν καὶ μνήμης ἀενάου. τὸν μὲν οὖν Κρόνον ὄντα πρεσβύτατον βασιλέα γενέσθαι, καὶ τοὺς καθ᾿ 25 ἑαυτὸν ἀνθρώπους ἐξ ἀγρίου διαίτης εἰς βίον ἥμε- ρον μεταστῆσαι, καὶ διὰ τοῦτο ἀποδοχῆς μεγάλης

2 ἐξαπατᾶν II 4 ῾Ρέας C, τῆς ῾Ρέας cet. 10 κνωσ- σίας FG 12 παλαιῶν χρόνων FG 17 ἄρσενας cod. 18 ὑπερίωνα D 19 κόϊον D κρειον D τὸ om. CF, τὸν B