Textus Originalis
V 65. 66. 93
τυχόντα πολλοὺς ἐπελθεῖν τόπους τῆς οἰκουμένης. εἰσηγήσασθαι δ᾿ αὐτὸν ἅπασι τήν τε δικαιοσύνην καὶ τὴν ἁπλότητα τῆς ψυχῆς· διὸ καὶ τοὺς ἐπὶ Κρόνου γενομένους ἀνθρώπους παραδεδόσθαι τοῖς 5 μεταγενεστέροις εὐήθεις καὶ ἀκάκους παντελῶς, ἔτι 5 δ᾿ εὐδαίμονας γεγονότας. δυναστεῦσαι δ᾿ αὐτὸν μά- λιστα τῶν πρὸς ἑσπέραν τόπων καὶ μεγίστης ἀξιω- θῆναι τιμῆς· διὸ καὶ μέχρι τῶν νεωτέρων χρόνων παρὰ ῾Ρωμαίοις καὶ Καρχηδονίοις, ὅτ᾿ ἦν ἡ πόλις 10 αὕτη, ἔτι δὲ [καὶ] τοῖς ἄλλοις τοῖς πλησιοχώροις ἔθνε- σιν ἐπιφανεῖς ἑορτὰς καὶ θυσίας γενέσθαι τούτῳ τῷ θεῷ καὶ πολλοὺς τόπους ἐπωνύμους αὐτοῦ γε- νέσθαι. διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐνομίας ἀδί- 6 κημα μὲν μηδὲν ὅλως ὑπὸ μηδενὸς συντελεῖσθαι, 15 πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν τούτου τεταγ- μένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμ- ποδίστως ἀπολαύοντας. περὶ δὲ τούτων καὶ τὸν ποιητὴν Ἡσίοδον ἐπιμαρτυρεῖν ἐν τοῖσδε τοῖς ἔπεσιν· οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾿ οὐρανῷ ἐμβασίλευεν, 20 ὥστε θεοὶ δ᾿ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες, νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τ᾿ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὅμοιοι τέρποντ᾿ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες·
1 τῆς οἰκ. τόπους v. 10 καὶ om. D 12 αὐτῷ CFG 19 οὐρανὸς ἐβασίλευεν D (cf. Hesiodi ἔργα 111) 20 δ᾿ ἔζωον] δ᾿ ἐζῶεν ὃς D, ζώεσκον CFGM 21 τε] γε D κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο BCDFGM et Hes. 91, πόνων καὶ ὀιζύος. οὐδέ τι δειλὸν AN et Hes. 113 v. 23 om. AN cf. Hes. 92 καὶ ἀπήμονες] αἵ τ᾿ ἀνδράσι πῆμα φέρουσι B; cf. Hes. 92 24 τέρπονται D ἐόντες BCDGM, ἁπάντων AFN et Hes. 115