Textus Originalis

94 DIODORI SICULI

θνῇσκον δ᾿ ὡς ὕπνῳ δεδμημένοι. ἄλλα τε πολλὰ τοῖσιν ἔην· καρπὸν δ᾿ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δ᾿ ἐπὶ γαίῃ εὔφρονες ἔργ᾿ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν, ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι. 5 περὶ μὲν οὖν Κρόνου τοιαῦτα μυθολογοῦσιν. 67 Ὑπερίονα δέ φασι τοῦ τε ἡλίου τὴν κίνησιν καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔτι δὲ τὰς ὥρας 384 τὰς συντελουμένας ὑπὸ τούτων, πρῶτον ἐξ ἐπιμε- λείας καὶ παρατηρήσεως κατανοήσαντα τοῖς ἄλλοις 10 εἰς γνῶσιν παραδοῦναι, καὶ διὰ τοῦτο αὐτὸν πα- τέρα τούτων ὀνομασθῆναι, καθαπερεὶ γεγεννηκότα 2 τὴν τούτων θεωρίαν καὶ φύσιν. καὶ Κοίου μὲν καὶ Φοίβης Λητὼ γενέσθαι, Ἰαπετοῦ δὲ Προμηθέα τὸν παραδεδομένον μὲν ὑπό τινων μυθογράφων ὅτι 15 τὸ πῦρ κλέψας παρὰ τῶν θεῶν ἔδωκε τοῖς ἀνθρώ- ποις, πρὸς δ᾿ ἀλήθειαν εὑρετὴν γενόμενον τῶν πυ- 3 ρείων, ἐξ ὧν ἐκκάεται τὸ πῦρ. τῶν δὲ Τιτανίδων φασὶ Μνημοσύνην λογισμοὺς εὑρεῖν καὶ τὰς τῶν ὀνο- μάτων θέσεις ἑκάστῳ τῶν ὄντων τάξαι, δι᾿ ὧν καὶ 20 δηλοῦμεν ἕκαστα καὶ πρὸς ἀλλήλους ὁμιλοῦμεν· ἅ τινες τὸν Ἑρμῆν φασιν εἰσηγήσασθαι. προσάπτουσι δὲ τῇ θεῷ ταύτῃ καὶ τὰ πρὸς ἀνανέωσιν καὶ μνή- μην γινόμενα παρὰ τοῖς ἀνθρώποις, ἀφ᾿ ὧν δὴ καὶ

1 δὲ ὥσθ᾿ ὕπνῳ D ἄλλα τε πολλὰ BCDG, ἄλλα πάντα M, ἐσθλὰ δὲ πάντα AF(N) et Hes. 116 2 ἐπῆν D δ᾿] τ᾿ D ζείδορος D 3 πολλόν τε καὶ] πολλῶν τε D ἐπὶ γαίῃ εὔφρονες BCDGM, ἐθελημοὶ ἥσυχοι AFN et Hes. 118 4 ἔργα CN, ἆρ᾿ GM νεύμοντο N ἐσθλοῖσι v. πο- λέεσσι D v. 5 om. AN et Hes. ἀφνιοὶ D 8 ἀστέ- ρων D 10 ἐπικατανοήσαντα D 14 λητῶ D, ἀητοῦν C, ἀντοῦν FG 17 ἀλήθειαν δ᾿ CFG 23 καὶ μνήμην del. Reiske