Textus Originalis

V 66. 67. 68. 95

τῆς προσηγορίας τυχεῖν αὐτὴν ταύτης. Θέμιν δὲ 4 μυθολογοῦσι μαντείας καὶ θυσίας καὶ θεσμοὺς τοὺς περὶ τῶν θεῶν πρώτην εἰσηγήσασθαι καὶ τὰ περὶ τὴν εὐνομίαν καὶ εἰρήνην καταδεῖξαι. διὸ καὶ θε- 5 σμοφύλακας καὶ θεσμοθέτας ὀνομάζεσθαι τοὺς τὰ περὶ τοὺς θεοὺς ὅσια καὶ τοὺς τῶν ἀνθρώπων νό- μους διαφυλάττοντας· καὶ τὸν Ἀπόλλω, καθ᾿ ὃν δὴ χρόνον τοὺς χρησμοὺς διδόναι μέλλει, θεμιστεύειν λέγομεν ἀπὸ τοῦ τὴν Θέμιν εὑρέτριαν γεγονέναι 10 τῶν χρησμῶν. οὗτοι μὲν οὖν οἱ θεοὶ πολλὰ τὸν 5 ἀνθρώπινον βίον εὐεργετήσαντες οὐ μόνον ἀθανά- των τιμῶν ἠξιώθησαν, ἀλλὰ καὶ πρῶτοι τὸν Ὄλυμ- πον ἐνομίσθησαν οἰκεῖν μετὰ τὴν ἐξ ἀνθρώπων με- τάστασιν. 15 Κρόνου δὲ καὶ ῾Ρέας λέγεται γενέσθαι τήν τε 68 Ἑστίαν καὶ Δήμητραν καὶ Ἥραν, ἔτι δὲ Δία καὶ Ποσειδῶνα καὶ Ἅιδην. τούτων δὲ λέγεται τὴν μὲν Ἑστίαν τὴν τῶν οἰκιῶν κατασκευὴν εὑρεῖν, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην παρὰ πᾶσι σχεδὸν ἀνθρώ- 20 ποις ἐν πάσαις οἰκίαις καθιδρυθῆναι, τιμῶν καὶ θυσιῶν τυγχάνουσαν· Δήμητραν δέ, τοῦ σίτου φυο- μένου μὲν ὡς ἔτυχε μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοου- μένου δὲ παρ᾿ ἀνθρώποις, πρώτην συγκομίσαι καὶ τὴν κατεργασίαν αὐτοῦ καὶ φυλακὴν ἐπινοῆσαι καὶ 385 σπείρειν καταδεῖξαι. εὑρεῖν μὲν οὖν αὐτὴν τὸν 2 25 σῖτον πρὸ τοῦ γεννῆσαι τὴν θυγατέρα Φερσεφόνην, μετὰ δὲ τὴν ταύτης γένεσιν καὶ τὴν ὑπὸ Πλούτω- νος ἁρπαγὴν ἐμπρῆσαι πάντα τὸν καρπὸν διά τε τὴν ἔχθραν τὴν πρὸς τὸν Δία καὶ τὴν ἐπὶ τῇ θυ-

7 Ἀπόλλωνα II 8 μέλλειν D DIODORUS II. 11