Textus Originalis
96 DIODORI SICULI
γατρὶ λύπην. μετὰ δὲ τὴν εὕρεσιν τῆς Φερσεφόνης διαλλαγῆναί τε τῷ Διὶ καὶ τῷ Τριπτολέμῳ ἀπο- δοῦναι τὸν τοῦ σίτου σπόρον, ᾧ συντάξαι πᾶσιν ἀνθρώποις μεταδοῦναι τῆς τε δωρεᾶς καὶ τὰ περὶ 3 τὴν ἐργασίαν τοῦ σπόρου διδάξαι. λέγουσι δέ τινες 5 ὅτι καὶ νόμους εἰσηγήσατο, καθ᾿ οὓς ἀλλήλοις τὸ δίκαιον διδόναι συνειθίσθησαν ἄνθρωποι, καὶ τὴν παραδοῦσαν αὐτοῖς θεὰν θεσμοφόρον ἀπὸ τούτων προσηγόρευσαν. μεγίστων γὰρ ἀγαθῶν ἀνθρώποις αἰτίαν γενομένην ἐπιφανεστάτων τυχεῖν τιμῶν καὶ 10 θυσιῶν, ἔτι δ᾿ ἑορτῶν καὶ πανηγύρεων μεγαλοπρε- πῶν, οὐ παρ᾿ Ἕλλησι μόνον, ἀλλὰ καὶ παρὰ πᾶσι σχεδὸν τοῖς βαρβάροις, ὅσοι τῆς τροφῆς ταύτης ἐκοινώνησαν. 69 Ἀμφισβητοῦσι δὲ περὶ τῆς εὑρέσεως τοῦ καρ- 15 ποῦ τούτου πολλοί, τὴν θεὸν φάμενοι παρ᾿ αὑτοῖς πρώτοις ὀφθῆναι καὶ τὴν τούτου φύσιν τε καὶ χρῆσιν καταδεῖξαι. Αἰγύπτιοι μὲν γὰρ λέγουσι τήν τε Δήμητραν καὶ τὴν Ἶσιν τὴν αὐτὴν εἶναι, καὶ εἰς Αἴγυπτον ἐνεγκεῖν τὸ σπέρμα πρώτην, ἀρδεύοντος 20 μὲν εὐκαίρως τὰ πεδία τοῦ Νείλου ποταμοῦ, ταῖς 2 δ᾿ ὥραις ἄριστα τῆς χώρας ταύτης κεκραμένης. τοὺς δ᾿ Ἀθηναίους, καίπερ ἀποφαινομένους τὴν εὕρεσιν τοῦ καρποῦ τούτου γεγενημένην παρ᾿ αὑτοῖς, ὅμως μαρτυρεῖν αὐτὸν ἑτέρωθεν κεκομισμένον εἰς τὴν 25 Ἀττικήν· τὸν γὰρ τόπον τὸν ἐξ ἀρχῆς δεξάμενον
3 δοῦναι CF, παραδοῦναι Hert. 8 αὐτοὺς D ἀπὸ τ. θεσμ. v. 9 ἀνθρώποις ἀγαθῶν v. 16 ἑαυτοῖς v. 20 τὸ σπέρμα πρώτην C, τὸ σπέρμα om. AD, πρώτην om. FGM; πρώτην τὸ σπέρμα cet. 24 παρ᾿ αὐτοῖς om. D