Textus Originalis

V 68. 69. 97

τὴν δωρεὰν ταύτην Ἐλευσῖνα προσαγορεύειν ἀπὸ τοῦ παρ᾿ ἑτέρων ἐλθεῖν τὸ σπέρμα τοῦ σίτου κο- μισθέν. οἱ δὲ Σικελιῶται, νῆσον ἱερὰν Δήμητρος 3 καὶ Κόρης οἰκοῦντες, εἰκὸς εἶναί φασι τὴν δωρεὰν 5 ταύτην πρώτοις τοῖς τὴν προσφιλεστάτην χώραν νεμομένοις δοθῆναι· ἄτοπον μὲν γὰρ ὑπάρχειν εὐ- καρποτάτην αὐτὴν ὡς ἰδίαν ποιῆσαι, τῆς δ᾿ εὐερ- γεσίας ὡς μηδὲν προσηκούσῃ μηδ᾿ ἐσχάτῃ μεταδοῦ- ναι, καὶ ταῦτ᾿ ἐν αὐτῇ τὴν οἴκησιν ἔχουσαν, εἴπερ 10 καὶ τῆς Κόρης τὴν ἁρπαγὴν ἐν τῇ νήσῳ ταύτῃ γε- 386 γονέναι συμπεφώνηται. εἶναι δὲ καὶ τὴν χώραν οἰκειοτάτην τούτοις τοῖς καρποῖς, ἐν ᾗ καὶ τὸν ποιη- τὴν λέγειν ἀλλὰ τά γ᾿ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, 15 πυροὶ καὶ κριθαί. περὶ μὲν οὖν Δήμητρος τοιαῦτα μυθολογοῦσι. τῶν 4 δ᾿ ἄλλων θεῶν τῶν ἐκ Κρόνου καὶ ῾Ρέας γενομένων φασὶν οἱ Κρῆτες Ποσειδῶνα μὲν πρῶτον χρήσασθαι ταῖς κατὰ θάλατταν ἐργασίαις καὶ στόλους συστή- 20 σασθαι, παραδόντος αὐτῷ τὴν ἡγεμονίαν ταύτην τοῦ Κρόνου· διὸ καὶ παραδίδοσθαι τοῖς ἐπιγινο- μένοις τούτον κύριον ὑπάρχειν τῶν κατὰ θάλατταν πραττομένων καὶ θυσίαις ὑπὸ τῶν ναυτιλλομένων τιμᾶσθαι. προσάπτουσι δ᾿ αὐτῷ καὶ τὸ τοὺς ἵπ- 25 πους δαμάσαι πρῶτον καὶ τὴν ἐπιστήμην καταδεῖ- ξαι τὴν περὶ τὴν ἱππικήν, ἀφ᾿ ἧς ἵππιον αὐτὸν

2 κομισθέν Dind., κομισθέντος D, κομίσαντας C, κομί- σαντα F; τὸν τὸ σπέρμα . . κομίσαντα M, f. del. 8 προ- σηκούσῃ F, προσηκούσης cet. μηδ᾿] τῇδ᾿ Iensius, del. Dind. 16 μυθολογεῖται CG 26 ἵππειον CFG 11*