Textus Originalis
98 DIODORI SICULI
5 ὠνομάσθαι. τὸν δ᾿ Ἅιδην λέγεται τὰ περὶ τὰς τα- φὰς καὶ τὰς ἐκφορὰς καὶ τιμὰς τῶν τεθνεώτων κα- ταδεῖξαι, τὸν πρὸ τοῦ χρόνον μηδεμιᾶς οὔσης ἐπι- μελείας περὶ αὐτούς· διὸ καὶ τῶν τετελευτηκότων ὁ θεὸς οὗτος παρείληπται κυριεύειν, ἀπονενεμημένης 5 τὸ παλαιὸν αὐτῷ τῆς τούτων ἀρχῆς καὶ φροντίδος. 70 Περὶ δὲ τῆς τοῦ Διὸς γενέσεώς τε καὶ βασιλείας διαφωνεῖται· καί τινες μέν φασιν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων τοῦ Κρόνου μετάστασιν εἰς θεὺς διαδέξασθαι τὴν βασιλείαν, οὐ βίᾳ κατισχύσαντα 10 τὸν πατέρα, νομίμως δὲ καὶ δικαίως ἀξιωθέντα ταύ- της τῆς τιμῆς· τινὲς δὲ μυθολογοῦσι τῷ Κρόνῳ γενέσθαι λόγιον περὶ τῆς τοῦ Διὸς γενέσεως, ὅτι παραιρήσεται τὴν βασιλείαν αὐτοῦ βιαίως ὁ γεννη- 2 θεὶς παῖς. διόπερ τὸν μὲν Κρόνον τὰ γεννώμενα 15 παιδία πλεονάκις ἀφανίζειν, τὴν δὲ ῾Ρέαν ἀγανακτή- σασαν, καὶ μὴ δυναμένην μεταθεῖναι τὴν προαίρεσιν τἀνδρός, τὸν Δία τεκοῦσαν ἐν τῇ προσαγορευομένῃ Ἴδῃ κλέψαι καὶ δοῦναι λάθρᾳ τοῖς Κούρησιν ἐκ- θρέψαι τοῖς κατοικοῦσι πλησίον ὄρους τῆς Ἴδης. 20 τούτους δ᾿ ἀπενέγκαντας εἴς τι ἄντρον παραδοῦναι ταῖς Νύμφαις, παρακελευσαμένους τὴν πᾶσαν ἐπι- 3 μέλειαν αὐτοῦ ποιεῖσθαι. αὗται δὲ μέλι καὶ γάλα μίσγουσαι τὸ παιδίον ἔθρεψαν καὶ τῆς αἰγὸς τῆς ὀνομαζομένης Ἀμαλθείας τὸν μαστὸν εἰς διατροφὴν 25 παρείχοντο. σημεῖα δὲ πολλὰ μέχρι τοῦ νῦν δια- μένειν τῆς γενέσεως καὶ διατροφῆς τοῦ θεοῦ τού-
1 ᾅδη D 14 παρελεῖται CF 16 πολλάκις F 18 προειρημένῃ F 19 Ἴδῃ] Δίκτῃ CFG (cf. p. 99, 22) 23 ποιήσασθαι CFG 25 Ἀμαλθαίας CFG