Textus Originalis
10 DIODOR. XIII 4—6.
σταίων οὐχ ὁμολογούντων δώσειν πλέον τῶν τριάκοντα ταλάντων, οἱ στρατηγοὶ τῶν ᾿Αϑηναίων ἐγκαλέσαντες αὐτοῖς ἀνήχϑησαν ἐκ ῾Ρηγίου μετὰ τῆς δυνάμεως, καὶ κατέπλευσαν τῆς Σικελίας εἰς Νάξον. δεξαμένων δ᾽ αὐτοὺς τῶν ἐν τῇ πόλει φιλοφρόνως, παρέπλευσαν ἐκεῖϑεν εἰς Κατάνην. τῶν δὲ Καταναίων εἰς μὲν τὴν πόλιν οὐ δεχομένων τοὺς στρατιώτας, τοὺς δὲ στρατηγοὺς ἐασάντων εἰσελϑεῖν καὶ παρασχομένων ἐκκλησίαν, οἱ στρατηγοὶ τῶν ᾿Αϑηναίων περὶ συμμαχίας διελέγοντο. δημηγοροῦντος δὲ τοῦ ᾿Αλκιβιάδου τῶν στρατιωτῶν τινες διελόντες πυλίδα παρεισέπεσον εἰς τὴν πόλιν: δι᾽ ἣν αἰτίαν ἠναγκάσϑησαν οἱ Καταναῖοι κοινωνεῖν τοῦ κατὰ τῶν Συρακοσίων πολέμου. 5 Τούτων δὲ πραττομένων οἱ κατὰ τὴν ἰδίαν ἔχϑραν μισοῦντες τὸν ᾿Αλκιβιάδην ἐν ᾿Αϑήναις, πρόφασιν ἔχοντες τὴν τῶν ἀγαλμάτων περικοπήν, διέβαλον αὐτὸν ἐν ταῖς δημηγορίαις ὡς συνωμοσίαν κατὰ τοῦ δήμου πεποιημένον. συνελάβετο δ᾽ αὐτῶν ταῖς διαβολαῖς τὸ πραχϑὲν παρὰ τοῖς ᾿Αργείοις: οἱ γὰρ ἰδιόξενοι συνϑέμενοι καταλῦσαι τὴν ἐν ῎Αργει δημοκρατίαν πάντες ὑπὸ τῶν πολιτῶν ἀνῃρέϑησαν. πιστεύσας οὖν ὁ δῆμος ταῖς κατηγορίαις, καὶ δεινῶς ὑπὸ τῶν δημαγωγῶν παροξυνϑείς, ἀπέστειλε τὴν Σαλαμινίαν ναῦν εἰς Σικελίαν, κελεύων τὴν ταχίστην ἥκειν ᾿Αλκιβιάδην ἐπὶ τὴν κρίσιν. παραγενομένης οὖν τῆς νεὼς εἰς τὴν Κατάνην, ᾿Αλκιβιάδης, ἀκούσας τῶν πρέσβεων τὰ δόξαντα τῷ δήμῳ,
Note a pie di pagina
1 7 κατανέων P
2 13 ἀναγκάσϑεισαν P
3 19 συνεβάλετο conicio