Textus Originalis

Ol. 91, 2 : 415 a. Chr. 11

Ol. 91, 2 : 415 a. Chr. 11

τοὺς συνδιαβεβλημένους ἀναλαβὼν εἰς τὴν ἰδίαν τριήρη μετὰ τῆς Σαλαμινίας ἐξέπλευσεν. ἐπεὶ δ᾽ εἰς Θουρίους κατέπλευσεν, εἴτε καὶ συνειδὼς αὑτῷ τὴν ἀσέβειαν ὁ ᾿Αλκιβιάδης εἴτε καὶ φοβηϑεὶς τὸ μέγεϑος τοῦ κινδύνου, μετὰ τῶν συνδιαβεβλημένων διαδρὰς ἐκποδὼν ἐχωρίσϑη. οἱ δ᾽ ἐν τῇ Σαλαμινίᾳ νηὶ παραγενόμενοι τὸ μὲν πρῶτον ἐζήτουν τοὺς περὶ τὸν ᾿Αλκιβιάδην: ὡς δ᾽ οὐχ εὕρισκον, ἀποπλεύσαντες εἰς ᾿Αϑήνας ἀπήγγειλαν τῷ δήμῳ τὰ πεπραγμένα. οἱ μὲν οὖν ᾿Αϑηναῖοι παραδόντες δικαστηρίῳ τοῦ τε ᾿Αλκιβιάδου καὶ τῶν ἄλλων τῶν συμφυγόντων τὰ ὀνόματα δίκην ἐρήμην κατεδίκασαν ϑανάτου. ὁ δ᾽ ᾿Αλκιβιάδης ἐκ τῆς ᾿Ιταλίας διαπλεύσας ἐπὶ Πελοπόννησον ἔφυγεν εἰς Σπάρτην, καὶ τοὺς Λακεδαιμονίους παρώξυνεν ἐπιϑέσϑαι τοῖς ᾿Αϑηναίοις. 6 Οἱ δ᾽ ἐν Σικελίᾳ στρατηγοὶ μετὰ τῆς τῶν ᾿Αϑηναίων δυνάμεως παραπλεύσαντες εἰς Αἴγεσταν, ῞Υκκαρα μὲν Σικελικὸν πολισμάτιον ἑλόντες ἐκ τῶν λαφύρων συνήγαγον ἑκατὸν τάλαντα: κομισάμενοι δὲ καὶ τριάκοντα τάλαντα παρὰ τῶν Αἰγεσταίων κατέπλευσαν εἰς Κατάνην. βουλόμενοι δὲ τὸν πρὸς τῷ μεγάλῳ λιμένι τόπον Συρακοσίων ἀκινδύνως καταλαβέσϑαι, πέμπουσιν ἄνδρα Καταναῖον, ἑαυτοῖς μὲν πιστόν, τοῖς δὲ Συρακοσίων στρατηγοῖς πιϑανόν,

Note a pie di pagina

1 3 Θορίους P

2 αὐτῷ PAL, ἑαυτῷ c

3 18 ὕκαρα FJ, μύκκαρα PE², μύκαρα HL, μήκαρα A

4 19 Σικελικὸν] Σικανικὸν Thuc. VI 62, 3

5 23 τόπον Συρακοσίων] τῶν Συρακοσίων τόπον Hert. (ex p. 12, 16), τόπον Συρακουσῶν Dind.

6 25 τοῖς δὲ τῶν Συρακουσίων στρατηγοῖς M (= Thuc. VI 64, 2), τοῖς δὲ Συρακοσίοις στρατηγοῖς Pa; στρατηγοῖς fort. del.