Textus Originalis
Ol. 91, 2 : 415 a. Chr. 9
τωνα, καὶ λαβόντες ἀγορὰν παρὰ τῶν Κροτωνιατῶν, τῆς τε Λακινίας ῞Ηρας τὸ ἱερὸν παρέπλευσαν καὶ τὴν Διοσκουριάδα καλουμένην ἄκραν ὑπερέϑεντο. μετὰ δὲ ταῦτα τὸ καλούμενόν τε Σκυλήτιον καὶ Λοκροὺς παρήλλαξαν, καὶ τοῦ ῾Ρηγίου καϑορμισϑέντες ἐγγὺς ἔπειϑον τοὺς ῾Ρηγίνους συμμαχεῖν: οἱ δὲ ἀπεκρίναντο βουλεύσεσϑαι μετὰ τῶν ἄλλων ᾿Ιταλιωτῶν. 4 Συρακόσιοι δ᾽ ἀκούσαντες ἐπὶ τοῦ πορϑμοῦ τὰς δυνάμεις εἶναι τῶν ᾿Αϑηναίων, στρατηγοὺς κατέστησαν αὐτοκράτορας τρεῖς, ῾Ερμοκράτην, Σικανόν, ῾Ηρακλείδην. οὗτοι τοὺς στρατιώτας κατέγραφον καὶ πρέσβεις ἐπὶ τὰς κατὰ Σικελίαν πόλεις ἀπέστελλον, δεόμενοι τῆς κοινῆς σωτηρίας ἀντιλαμβάνεσϑαι: τοὺς γὰρ ᾿Αϑηναίους τῷ μὲν λόγῳ πρὸς Συρακοσίους ἐνίστασϑαι τὸν πόλεμον, τῇ δ᾽ ἀληϑείᾳ καταστρέψασϑαι βουλομένους ὅλην τὴν νῆσον. 2 ᾿Ακραγαντῖνοι μὲν οὖν καὶ Νάξιοι συμμαχήσειν ἔφησαν ᾿Αϑηναίοις, Καμαριναῖοι δὲ καὶ Μεσσήνιοι τὴν μὲν εἰρήνην ἄξειν ὡμολόγησαν, τὰς δ᾽ ὑπὲρ τῆς συμμαχίας ἀποκρίσεις ἀνεβάλοντο: ῾Ιμεραῖοι δὲ καὶ Σελινούντιοι, πρὸς δὲ τούτοις Γελῷοι καὶ Καταναῖοι, συναγωνιεῖσϑαι τοῖς Συρακοσίοις ἐπηγγείλαντο. αἱ δὲ τῶν Σικελῶν πόλεις τῇ μὲν εὐνοίᾳ πρὸς Συρακοσίους ἔρρεπον, ὅμως δ᾽ ἐν ἡσυχίᾳ μένουσαι τὸ συμβησόμενον ἐκαραδόκουν. τῶν δ᾽ ᾿Εγε-
Note a pie di pagina
1 4 Σκυλλήτιον O-PA
2 6 ἔπειϑον Schäfer, ἔπεισαν O
3 7 βουλεύεσϑαι A, βουλεύσασϑαι FJ
4 11 Σικανόν] Σικάλιον O
5 12 οὗτοι Steph., οὗτοι δὲ O
6 13 κατὰ PAF, κατὰ τὴν c
7 16 ᾿Ακραγαντῖνοι] ᾿Εγεσταῖοι Dobraeus
8 20 ἕξειν A
9 οὐ δ᾽ add. Eich.
10 26 ᾿Εγεσταίων L