Textus Originalis

100 DIODOR. XIII 64—66.

100 DIODOR. XIII 64—66.

μέν τινος ἀντεῖχον, προσδοκῶντες παρὰ τῶν ᾿Αϑηναίων βοήϑειαν: ὡς δ᾽ οἱ μὲν πολέμιοι τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, τῶν δὲ ἰδίων οἱ μὲν ἐκ τῶν τραυμάτων ἀπέϑνησκον, οἱ δ᾽ ἐκ τῆς σιτοδείας κακῶς ἀπήλλαττον, ὑπόσπονδοι τὸν τόπον ἐξέλιπον. Λακεδαιμόνιοι μὲν οὖν ἐγκρατεῖς ἐγένοντο τῆς Πύλου, πεντεκαίδεκα ἔτη τῶν ᾿Αϑηναίων αὐτὴν κατεσχηκότων, ἀφ᾽ ὅτου Δημοσϑένης αὐτὴν ἐτείχισεν. 65 Τούτων δὲ πραττομένων Μεγαρεῖς μὲν Νίσαιαν ὑπ᾽ ᾿Αϑηναίους οὖσαν εἷλον, ᾿Αϑηναῖοι δ᾽ ἐπ᾽ αὐτοὺς ἀπέστειλαν Λεωτροφίδην καὶ Τίμαρχον μετὰ μὲν πεζῶν χιλίων, ἱππέων δὲ τετρακοσίων. οἷς οἱ Μεγαρεῖς ἀπαντήσαντες μετὰ τῶν ὅπλων πανδημεὶ καὶ παραλαβόντες τινὰς τῶν ἐκ Σικελίας, παρετάξαντο πρὸς τοῖς λόφοις τοῖς Κέρασι καλουμένοις: τῶν δ᾽ ᾿Αϑηναίων λαμπρῶς ἀγωνισαμένων, καὶ πολλαπλασίους ὄντας τοὺς πολεμίους τρεψαμένων, Μεγαρέων ἔπεσον μὲν πολλοί, τῶν δὲ Λακεδαιμονίων εἴκοσι μόνον: οἱ γὰρ ᾿Αϑηναῖοι βαρέως φέροντες ἐπὶ τῷ τὴν Νίσαιαν κατειλῆφϑαι τοὺς μὲν Λακεδαιμονίους οὐχ ἐδίωξαν, πρὸς δὲ τοὺς Μεγαρεῖς χαλεπῶς διακείμενοι παμπληϑεῖς ἀνεῖλον. 66 Λακεδαιμόνιοι δὲ Κρατησιππίδαν ἑλόμενοι ναύαρχον, καὶ παρὰ τῶν συμμάχων ναῦς αὐτῶν πληρώσαντες εἴκοσι πέντε, προσέταξαν παραβοηϑεῖν τοῖς συμμάχοις. οὗτος δὲ χρόνον μέν τινα περὶ

Note a pie di pagina

1 2 τὰς] μὲν add. PAK

2 5 ἐξέλειπον PA

3 8 ὅτου] ὅτε PAF

4 19 μὲν ἔπεσον Dind.; τῶν μὲν Μεγ. fort.

5 21 Λακεδαιμονίων et 22 Σικελιώτας conicio pro Λακεδ.

6 29 αὐτῶν PAJ