Textus Originalis

Ol. 92, 4 : 409 a. Chr. 99

Ol. 92, 4 : 409 a. Chr. 99

τόποις πόλεις προσηγάγετο. ᾿Αλκιβιάδης δὲ τὸν Θρασύβουλον μετὰ τῶν τριάκοντα νεῶν ἀπολύσας ἔπλευσεν εἰς τὴν ὑπὸ Φαρνάβαζον χώραν, καὶ κοινῇ πολλὴν αὐτῆς πορϑήσαντες τούς τε στρατιώτας ἐνέπλησαν ὠφελείας καὶ αὐτοὶ χρήματα συνήγαγον ἐκ τῶν λαφύρων, βουλόμενοι κουφίσαι τὸν δῆμον τῶν εἰσφορῶν. Λακεδαιμόνιοι δὲ πυνϑανόμενοι περὶ τὸν ῾Ελλήσποντον ὑπάρχειν ἁπάσας τὰς τῶν ᾿Αϑηναίων δυνάμεις, ἐστράτευσαν ἐπὶ Πύλον, ἣν Μεσσήνιοι φρουρᾷ κατεῖχον, κατὰ μὲν ϑάλατταν ἕνδεκα ναυσίν, ὧν ἦσαν αἱ μὲν ἀπὸ Σικελίας ἐκ τῶν πολιτῶν πεπληρωμέναι: πεζῇ δὲ παρήγαγον ἱκανὴν δύναμιν, καὶ περιστρατοπεδεύσαντες τὸ φρούριον ἐπόρϑουν ἅμα καὶ κατὰ γῆν καὶ κατὰ ϑάλατταν. ὃ δὴ πυϑόμενος ὁ τῶν ᾿Αϑηναίων δῆμος ἐξαπέστειλε τοῖς πολιορκουμένοις εἰς βοήϑειαν ναῦς τριάκοντα καὶ στρατηγὸν ῎Ανυτον τὸν ᾿Ανϑεμίωνος. οὗτος μὲν οὖν ἐκπλεύσας, καὶ διά τινας χειμῶνας οὐ δυνηϑεὶς τὸν Μαλέαν κάμψαι, ἀνέπλευσεν εἰς ᾿Αϑήνας. ἐφ᾽ οἷς ὁ μὲν δῆμος ὀργισϑείς, καὶ καταιτιασάμενος αὐτοῦ προδοσίαν, μετέστησεν εἰς κρίσιν: ὁ δ᾽ ῎Ανυτος ἰσχυρῶς κινδυνεύων ἐρρύσατο χρήμασι τὴν ἰδίαν ψυχήν, καὶ πρῶτος ᾿Αϑηναίων δοκεῖ δικαστήριον δωροδοκῆσαι. οἱ δ᾽ ἐν τῇ Πύλῳ Μεσσήνιοι μέχρι

Note a pie di pagina

1 2 ἀπολύσας] ἀπολήψας Palmerius, ἀποκαλέσας Reiske

2 3 χώραν] πόλιν P²

3 11 ἐκ PF, πέντε ἐκ c; πέντε, ἓξ δὲ ἐκ Wess.

4 13 περιστρατεύσαντες c

5 14 ἐπόρϑουν] ἐπολιόρκουν Wurm

6 17 τὸν om. A

7 Μαλέου P¹

8 ἀπέπλευσεν O, corr. Hert.

9 20 καὶ om. P

10 21 κατέστησεν Cobet (at c. 76, 3. XV 27, 3)

11 22 ἐρύσατο P

12 23 καστήριον P

13 24 δωροδ.] δεκάσαι Cobet