Textus Originalis
Ol. 92, 4 : 409 a. Chr. 101
τὴν ᾿Ιωνίαν διέτριψεν οὐϑὲν ἄξιον λόγου πράξας: μετὰ δὲ ταῦτα παρὰ τῶν ἐκ Χίου φυγάδων λαβὼν χρήματα κατήγαγεν αὐτοὺς καὶ τὴν ἀκρόπολιν τῶν Χίων κατελάβετο. οἱ δὲ κατελϑόντες τῶν Χίων τοὺς τῶν ἀντιπολιτευομένων αὐτοῖς καὶ τῆς ἐκπτώσεως ... εἰς ἑξακοσίους τὸν ἀριϑμὸν ὄντας ἐφυγάδευσαν. οὗτοι δὲ τῆς ἀντιπέραν ἠπείρου χωρίον ᾿Αταρνέα καλούμενον κατελάβοντο, σφόδρα τῇ φύσει καϑεστηκὸς ὀχυρόν, καὶ τὸ λοιπὸν ἐκ τούτου τὰς ἀφορμὰς ἔχοντες ἐπολέμουν τοῖς Χίον ἔχουσιν. Τούτων δὲ πραττομένων ᾿Αλκιβιάδης καὶ Θρασύβουλος Λάμψακον τειχίσαντες, ἐν μὲν ταύτῃ τὴν ἱκανὴν φυλακὴν κατέλιπον, αὐτοὶ δὲ μετὰ τῆς δυνάμεως ἐξέπλευσαν πρὸς Θηραμένην, ὃς ἐπόρϑει τὴν Χαλκηδόνα ναῦς μὲν ἔχων ἑβδομήκοντα, στρατιώτας δὲ πεντακισχιλίους. ἀϑροισϑεισῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον ἀπετείχισαν τὴν πόλιν ἀπὸ ϑαλάττης εἰς ϑάλατταν ξυλίνῳ τείχει. ὁ δ᾽ ἐν τῇ πόλει καϑεσταμένος ὑπὸ Λακεδαιμονίων ῾Ιπποκράτης ἡγεμών, ὃν οἱ Λάκωνες ἁρμοστὴν ἐκάλουν, τούς τ᾽ ἰδίους στρατιώτας προσήγαγε καὶ τοὺς Χαλκηδονίους ἅπαντας. γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν ᾿Αλκιβιάδην ἐρρωμένως ἀγωνισαμένων, ὅ τε ῾Ιπποκράτης ἔπεσε καὶ τῶν λοιπῶν οἱ
Note a pie di pagina
1 5 τῶν ἀντιπ.] τἀντιπ. P
2 τοὺς ἀντιπολιτευομένους αὐτοῖς πρὸ τῆς Dind.
3 ἐκπτώσεως] αἰτίους ὄντας add. H; αὐτοῖς τοὺς τῆς καταδίκης αἰτίους καὶ τῆς ἐκπτώσεως Madvig
4 10 τοῖς Χίον Rhod., τὸ ἴσχιον PA, τοῖς τὸ ἴσχιον c
5 11 Θράσυλλος Palmerius
6 12 Λάμψακον Palm. ex c. 104, 8, Λάβδακον O
7 13 κατέλειπον PA
8 14 ἐπόρϑει] ἐπολιόρκει Wurm
9 19 καϑιστάμενος O, corr. Dind.
10 21 προήγαγε Dind., ἀντεξήγαγε M