Textus Originalis

102 DIODOR. XIII 66. 67.

102 DIODOR. XIII 66. 67.

μὲν ἀνῃρέϑησαν, οἱ δὲ κατατρωϑέντες συνέφυγον εἰς τὴν πόλιν. μετὰ δὲ ταῦτα ᾿Αλκιβιάδης μὲν εἰς ῾Ελλήσποντον καὶ Χερρόνησον ἐξέπλευσε, βουλόμενος ἀϑροῖσαι χρήματα, οἱ δὲ περὶ τὸν Θηραμένην ὁμολογίαν ἐποιήσαντο πρὸς Χαλκηδονίους φόρον λαμβάνειν παρ᾽ αὐτῶν ὅσον καὶ πρότερον. ἐντεῦϑεν δὲ τὰς δυνάμεις ἀπαγαγόντες πρὸς Βυζάντιον ἐπολιόρκουν τὴν πόλιν καὶ μετὰ πολλῆς σπουδῆς ἀποτειχίζειν ἐπεχείρησαν. ᾿Αλκιβιάδης δὲ ἀϑροίσας χρήματα πολλοὺς αὑτῷ τῶν Θρᾳκῶν ἔπεισε συστρατεῦσαι. παρέλαβε δὲ καὶ τοὺς Χερρόνησον οἰκοῦντας πανδημεί, καὶ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας πρῶτον μὲν Σηλυβρίαν διὰ προδοσίας εἷλεν, ἐξ ἧς πολλὰ χρήματα πραξάμενος ἐν μὲν ταύτῃ φρουρὰν κατέλιπεν, αὐτὸς δὲ διὰ τάχους ἧκε πρὸς τοὺς περὶ Θηραμένην εἰς Βυζάντιον. ἀϑροισϑεισῶν δὲ τῶν δυνάμεων, οὗτοι μὲν τὰ πρὸς πολιορκίαν ἡτοιμάζοντο: ἤμελλον γὰρ νικήσειν πόλιν βάρος ἔχουσαν καὶ γέμουσαν τῶν ὑπὲρ αὐτῆς ἀμυνομένων: χωρὶς γὰρ τῶν Βυζαντίων, πολλῶν ὄντων, Κλέαρχος ὁ Λακεδαιμόνιος ἁρμοστὴς εἶχε πολλοὺς ἐν τῇ πόλει τῶν Πελοποννησίων καὶ μισϑοφόρους. μέχρι μὲν οὖν τινος προσβολὰς ποιούμενοι, κακὸν οὐδὲν ἀξιόλογον δρῶντες τοὺς ἔνδον διετέλουν: ἐπεὶ δ᾽ ὁ τῆς πόλεως ἐπιστάτης ἀπῆλϑε πρὸς Φαρνάβαζον, ὅπως λάβῃ χρήματα, τηνικαῦτά τινες τῶν Βυζαντίων, μισοῦντες τὸ βάρος τῆς ἐπιστασίας --- ἦν γὰρ ὁ

Note a pie di pagina

1 1 ἐπαγαγόντες P

2 10 αὐτῷ AJL, αὐτῷ τῷ P

3 12 τῆς add. Dind.

4 13 Σηλυμβρίαν c

5 15 κατέλειπεν PA

6 17 ἐτοιμάζοντο P